{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) 417","citation":"Aelius Aristides, Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) 417","ref":"417","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg033:417","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-12/417","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-12/417","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-12/417.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-12","urn":"urn:cts:greekLit:tlg0284.tlg033"},"verse":false,"words":284,"text":"δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου, τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρʼ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερʼ αὐτῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τούτων ἀντειλήφασι Θηβαῖοι χάριτας παρʼ ἡμῶν, πᾶν ὀφείλομεν αὐτοῖς. ἀλλʼ ἔστιν ὅπως, ὦ πρὸς Διὸς, ἴσον ἢ παραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμονίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντιτάξασθαι ἂν, ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας, ὃ κοινὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντʼ ἐκείνων γέγονε παρʼ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρʼ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; ἢ κἂν εἰ ἐπʼ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημονεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσομεν· ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε. τοσοῦτον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακεδαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ἢ ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ʼκεῖνα παθεῖν Λακεδαιμονίων ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότʼ αὐτοῖς τύχην· ἣν μήποτʼ ἔχειν ὤφελον. ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν","prev":{"citation":"Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) 416","label":"Jebb Page 416","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-12/416","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-12/416"},"next":{"citation":"Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) 418","label":"Jebb Page 418","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-12/418","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-12/418"},"credit":{"text":"Aelius Aristides, Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος), ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg033.local001/","quality":"proofread"}}