{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Μονῳδία ἐπὶ Σμύρνῃ 262","citation":"Aelius Aristides, Μονῳδία ἐπὶ Σμύρνῃ 262","ref":"262","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg020:262","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-17/262","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-17/262","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-17/262.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Μονῳδία ἐπὶ Σμύρνῃ","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-17","urn":"urn:cts:greekLit:tlg0284.tlg020"},"verse":false,"words":265,"text":"πάντων τὴν καλλίχορον καὶ πολυύμνητον καὶ τριπόθητον ἀνθρώποις ἀρκέσουσιν ἀνοιμῶξαι πόλιν; ὦ πτῶμα τῆς Ἀσίας, ὦ λοιπαὶ πόλεις, ὦ πᾶσα μὲν γῆ, πᾶσα δὲ εἴσω Γαδείρων τε καὶ ἔξω Γαδείρων θάλαττα, ὦ κύκλος ἀστέρων, ὦ πάντα ἐφορῶν ἥλιε, οἷον ἠνέσχου θέαμα ὁρῶν. ὦ παιδιὰ μὲν Ἰλίου πόρθησις, παιδιὰ δὲ Ἀθηναίων ἐν Σικελίᾳ συμφοραὶ καὶ κατασκαφαὶ Θηβῶν, καὶ στρατευμάτων ὄλεθροι καὶ πόλεων δύσεις, καὶ πάνθʼ ὅσα πῦρ καὶ πόλεμοι καὶ σεισμοὶ μέχρι τοῦδε ἀπειργάσαντο. ὦ πρότερον μὲν κάλλει καὶ μούσαις ἁπάσας πόλεις ἀποκρύπτουσα, νῦν δʼ ἀποκρύψασα τὸ τῆς Ῥόδου πτῶμα. ἔμελλες ἄρα τοῖς Ἕλλησιν ᾁδεσθαι δευτέρων σχετλιωτέρων. ὦ πᾶσι τοῖς ὁμοφύλοις ἐναγισμάτων ἡμέρα. ὦ κοινὴ τοῖς Ἕλλησιν ἀποφρὰς, οἵαν κεφαλὴν τοῦ γένους ἀπήνεγκας. οἷον ἐξεῖλες ὀφθαλμόν. ὦ γῆς ἄγαλμα, ὦ θέατρον τῆς Ἑλλάδος, ὦ Νυμφῶν καὶ Χαρίτων ὕφασμα. ὦ πάντα ὑπομείνας ἐγὼ, ποῦ γῆς νυνὶ μονῳδῶ; ποῦ μοι τὸ βουλευτήριον; ποῦ νέων καὶ πρεσβυτέρων σύνοδοι καὶ θόρυβοι διδόντων ἅπαντα; ἦν ποτε ἐν τῷ Σιπύλῳ πόλις, ἣν κατὰ τῆς λίμνης δῦναι λόγος. ὦ Σμύρνα, ὡς πόρρωθέν σοι τὸ προοίμιον ᾔδετο. οἵας ἐκληρονόμησας τύχης, ὡς ἥκιστα σαυτῇ προσηκούσης. νῦν ἔδει μὲν πάντας οἰωνοὺς εἰς πῦρ ἐνάλλεσθαι, παρέχει δʼ ἡ πόλις ἄφθονον· πᾶσαν δὲ τὴν ἤπειρον ἀποκείρασθαι, πάντως αὐτῆς ὁ βόστρυχος οἴχεται· νῦν ποταμοὺς δάκρυσι ῥυῆναι, νῦν ὁλκάδας ἐκπλεῦσαι μέλασι τοῖς ἱστίοις. ὦ Μέλης διʼ ἐρήμου ῥέων. ὦ τῶν προτέρων μελῶν τὰ παρόντα ἀντίφθογγα. ὦ κύκνων ᾠδὴ καὶ ἀηδόνων χορὸς ἐνθρηνεῖν. ἦ που καὶ Γοργόνες εἰ περιῆσαν, οὐκ ἂν τὴν Μέδουσαν, οὐδὲ τὸν αὑτῶν ὀφθαλμὸν, ἀλλὰ τὸν τῆς Ἀσίας ἐπένθησαν. ποῖον Βόσπορον, ἢ ποίους καταρράκτας, ἢ τίνα Ταρτησσὸν τὸ σὸν, ὦ δαιμονία, κλέος οὐκ ἐπῆλθε; ποίᾳ Μασσαλίᾳ τὸ πένθος","prev":{"citation":"Μονῳδία ἐπὶ Σμύρνῃ 261","label":"Jebb Page 261","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-17/261","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-17/261"},"next":{"citation":"Μονῳδία ἐπὶ Σμύρνῃ 263","label":"Jebb Page 263","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-17/263","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-17/263"},"credit":{"text":"Aelius Aristides, Μονῳδία ἐπὶ Σμύρνῃ, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg020.local001/","quality":"proofread"}}