{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 17","citation":"Aelius Aristides, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 17","ref":"17","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg045:17","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-30/17","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-30/17","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-30/17.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Πρὸς Πλάτωνα περὶ ῥητορικῆς","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-30","urn":"urn:cts:greekLit:tlg0284.tlg045"},"verse":false,"words":221,"text":"αὐτός ἐστιν ὁ μὴ διδοὺς τῇ τέχνῃ τὰ πρεσβεῖα· εἰ δʼ οὐδὲ τοῦτό τις συγχωρεῖ, πῶς ῥητορικὴ διὰ τοὺς ἐκείνου λόγους αἰσχρόν; ἐγὼ δʼ ἀξιόπιστον μὲν τοῖς ὅλοις οὐδενὸς ἧττον Ἑλλήνων ἡγοῦμαι, ἡδέως δʼ ἂν ἐροίμην τοὺς πρὸς ἐκείνου πότερʼ αὐτῷ μᾶλλον πιστεύειν ἄξιον, ταῦτα ἢ ʼκεῖνα. καὶ μὴν εἰ τὰ μάλιστα σεμνός ἐστι, φαίνεται μαρτυρῶν ἡμῖν, ὥστε ὑπὲρ ἡμῶν σεμνός ἐστιν. ὅταν γὰρ ἡμεῖς μὲν καὶ ἡμῖν αὐτοῖς ταὐτὰ λέγωμεν κἀκείνῳ, ἐκεῖνος δὲ μήθʼ αὑτῷ μήθʼ ἡμῖν, οὐκ ἀντιλέγει μᾶλλον ἢ μαρτυρεῖ κατʼ αὐτὸ τοῦτο τὸ μὴ τἀληθῆ λέγειν. φέρε δὴ καὶ ἑτέραν ἐκ τοῦ αὐτοῦ γυμνασίου, ἔφη Πλάτων, μαρτυρίαν ἀντʼ εἰκόνος παράσχωμαι. οὐ γάρ που δυσχερανεῖ Πλάτων, ἐὰν Αἰσχίνης ἐπιψηφίσῃ Πλάτωνος εἰπόντος ἐγὼ δʼ εἰ μέν τινι τέχνῃ ᾤμην δύνασθαι ὠφελῆσαι, πάνυ ἂν πολλὴν ἐμαυτοῦ μωρίαν κατεγίγνωσκον· νῦν δὲ θείᾳ μοίρᾳ ᾤμην μοι τοῦτο δεδόσθαι ἐπʼ Ἀλκιβιάδην. καὶ οὐδέν γε τούτων ἄξιον θαυμάσαι. ἀκούεις ἀνδρὸς ἑταίρου καὶ τὸν αὐτόν σοι σοφώτατον νομίζοντος, προσθήσω δʼ ὅτι καὶ τῷ αὐτῷ τοὺς λόγους ἀνατιθέντος, ᾧπερ καὶ σὺ τούτους. οὐ χρὴ, φησὶ, θαυμάζειν, ὦ Πλάτων, εἴ τις καὶ τέχνην μὴ κτησάμενος οἷός τʼ ἐστὶν ὠφελεῖν ἀνθρώπους. πολλοὶ γὰρ καὶ τῶν καμνόντων ὑγιεῖς γίγνονται οἱ μὲν ἀνθρωπίνῃ τέχνῃ, οἱ δὲ θείᾳ μοίρᾳ. ὅσοι μὲν οὖν ἀνθρωπίνῃ τέχνῃ, ὑπὸ ἰατρῶν θεραπευόμενοι, ὅσοι δὲ θείᾳ μοίρᾳ, ἐπιθυμία αὐτοὺς ἄγει ἐπὶ τὸ ὀνῆσον· καὶ τότε ἐπεθύμησαν ἐμέσαι,","prev":{"citation":"Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 16","label":"Jebb Page 16","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-30/16","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-30/16"},"next":{"citation":"Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 18","label":"Jebb Page 18","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-30/18","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-30/18"},"credit":{"text":"Aelius Aristides, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg045.local001/","quality":"proofread"}}