{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 130","citation":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 130","ref":"130","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg046:130","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/130","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/130","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/130.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31","urn":"urn:cts:greekLit:tlg0284.tlg046"},"verse":false,"words":227,"text":"ῥήτωρ γάρ ἐστι νῦν τις ὧν γʼ ἐστὶν λέγειν;ὁ Βουζύγης ἄριστος ἁλιτήριος. οὕτως ἴσασιν οὕς τε προσήκει διασύρειν ἐπὶ τοῖς λόγοις καὶ οὓς ἄξιον θαυμάσαι. ἆρʼ οὖν ὁ τοσοῦτον αἱρῶν τοὺς ῥήτορας, τὴν πειθὼ δὲ ἐπὶ τῶν χειλῶν ἔχων, τοσαύτης δὲ αἰδοῦς παρὰ πάντων τυγχάνων, τοιαῦτα δʼ ἀκηκοὼς ὑπὸ τῶν ἅπαντας ἐρευνώντων περὶ τἄλλα καὶ εἰς αὐτὸ τοῦτο κωμῳδούντων ὡς ἀδυνάτους εἰπεῖν, φλυαρίαν τινὰ καὶ λαλιὰν ἐπεδείκνυτο ἐν ταῖς ἐκκλησίαις, ἢ παντὸς ἀνδρὸς πρᾶγμα διεπράττετο, ἀλλʼ οὐ πολλῇ τινι τῇ περιουσίᾳ χρώμενος οὕτω διεγίγνετο, πόρρω μὲν αὐτὸς ὢν τοῦ ληρεῖν, πλεῖστον δὲ τοὺς ἄλλους ἐθίζων ἀπέχειν; σκεψώμεθα γὰρ τί τῆς λαλιᾶς ἐστὶ καὶ τί τῶν λόγων τῶν ἐμφρόνων. λαλιᾶς μὲν οἶμαι διὰ κενῆς ληρεῖν καὶ εἰς μηδὲν δέον καὶ διατρίβειν τηνάλλως, λόγων δὲ ἀληθινῶν τῶν καιρῶν καὶ τῶν πραγμάτων στοχάζεσθαι καὶ τὸ πρέπον σώζειν πανταχοῦ. τούτοις γοῦν ἕπεται καὶ τὸ κρατεῖν οἶμαι καὶ τὰς ψυχὰς προσάγεσθαι τῶν ἀκουόντων. ὁ τοίνυν Περικλῆς τοσοῦτον νικῶν καὶ τοσαῦτα ἀφʼ ὧν ἐνίκα πράττων λάλος μὲν ἥκιστα οἶμαι, λέγειν δὲ ἄριστος εἰκότως ἐνομίζετο. καὶ μὴν ἐν οἷς γε καὶ τοὺς ἄλλους αἰτιῶνται, ἅμα τοῦτόν τʼ ἀφιᾶσι καὶ τίνας ἀντὶ τούτου προσήκει μέμφεσθαι διδάσκουσιν. εἰ δὲ δεῖ καὶ σεμνοτέρου μάρτυρος, σκόπει τί φησιν ὁ Θουκυδίδης ἐν τοῖς περὶ αὐτοῦ λόγοις. εὑρήσεις γὰρ ἁπανταχοῦ μεμνημένον ὡς ἀρίστου λέγειν καὶ οὐδʼ ἀμφισβήτησιν δόντα ὅτι μὴ καὶ πράττειν οὗτός γε πρὸς τῷ λέγειν προστίθησιν, ἐπειδὰν","prev":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 129","label":"Jebb Page 129","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/129","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/129"},"next":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 131","label":"Jebb Page 131","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/131","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/131"},"credit":{"text":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg046.local001/","quality":"proofread"}}