{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 211","citation":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 211","ref":"211","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg046:211","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/211","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/211","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/211.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31","urn":"urn:cts:greekLit:tlg0284.tlg046"},"verse":false,"words":246,"text":"ταῦτʼ ἀνελὼν φαίνεται, ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δʼ ἄν τις συνίοι τὸ λοιπόν. ὁ δʼ οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. ἢ πρὸς τῶν θεῶν αὐτῶν, ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν, εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς καὶ τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους, ὧν δʼ οἱ Ἕλληνες ἅπαντες μάρτυρες καὶ ἃ τῶν πώποτε κοινότατα ἐφθέγξατο ἡ Πυθία καὶ οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε, ταῦτα δὲ οὐδαμοῦ θήσομεν εἰς λόγον, οὐδὲ τῇ Θεμιστοκλέους σοφίᾳ μέγιστα εἶναι μαρτύρια συγχωρησόμεθα; ὅπου γὰρ ταὐτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ περὶ σωτηρίας τῶν ὅλων, τί χρὴ λέγειν ἄλλο; τίνʼ οὖν ἦν τὰ χρησθέντα; ἄρχεται μὲν ἄνωθέν ποθεν, ἔπειτά ἐστι τοῦτο ὃ πάντες θρυλοῦσι τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. ἆρά γε καὶ μόνον τοῦτο εἴρηκεν ὁ χρησμός; οὒκ, ἀλλʼ ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ. τίς οὖν ἔσθʼ αὕτη; μοῦνον ἀπόρθητον τελέθειν· ἵνα μὴ τοῦθʼ οὕτως λεγόντων ἀρτίως αἵρεσιν εἶναι δοκῶσιν αὑτοῖς Ἀθηναῖοι ἢ κατὰ γῆν νικῆσαι ἢ κατὰ θάλατταν, μηδὲ τρυφῶσιν, ἀλλʼ εἰδῶσιν ὅτι ἐν ταῖς ναυσὶν ἅπαντα τὰ πράγματα ἕστηκε καὶ ἄλλως οὐκ ἔνεστι σώζεσθαι. ἔτι δὲ αὐτὸ μειζόνως ηὔξησεν ἐν τοῖς ἐφεξῆς, ἅτʼ ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν ἄριστος δή που. προσέθηκε γὰρ τὸ σὲ τέκνα τʼ ὀνήσει, τί τοῦτο λέγων τὸ σὲ τέκνα τʼ ὀνήσει; οὐ διὰ τοὺς παῖδας οὓς εἰς Τροιζῆνα ὑπεξέθεντο ἐμοὶ δοκεῖν, ἀλλὰ καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι. οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις. εἴ ποτε γὰρ εὖ","prev":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 210","label":"Jebb Page 210","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/210","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/210"},"next":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 212","label":"Jebb Page 212","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/212","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/212"},"credit":{"text":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg046.local001/","quality":"proofread"}}