{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 244","citation":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 244","ref":"244","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg046:244","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/244","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/244","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/244.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31","urn":"urn:cts:greekLit:tlg0284.tlg046"},"verse":false,"words":234,"text":"μοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην. καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δʼ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδʼ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντʼ ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα· Μιλτιάδης δʼ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν, ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δʼ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτʼ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτʼ ἐλάττῳ παρʼ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλʼ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο· καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι","prev":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 243","label":"Jebb Page 243","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/243","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/243"},"next":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 245","label":"Jebb Page 245","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/245","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/245"},"credit":{"text":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg046.local001/","quality":"proofread"}}