{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 260","citation":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 260","ref":"260","level":null,"urn":"urn:cts:greekLit:tlg0284.tlg046:260","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/260","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/260","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/260.md","author":{"name":"Aelius Aristides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides"},"work":{"title":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31","urn":"urn:cts:greekLit:tlg0284.tlg046"},"verse":false,"words":280,"text":"θρασύνοιτο, μηδʼ ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει; ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπʼ αὐτὸ τὸ κυριώτατον ἤδη. ὁ Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν ἡ Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ ἡ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθʼ ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτʼ οὐκ εἰς χειρῶν κρίσιν οὐδʼ εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἐν ᾧ κρείττων ἦν; αὖθις δʼ αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπʼ αὐτοῦ πεπονθότας εὖ, διʼ ἃ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθʼ οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφʼ ὧν ἅμα σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ ἡ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, ἢ τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστʼ οὐδʼ ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς ὅ τε Ἀγαμέμνων καὶ ὁ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας ἢ καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν. ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δʼ οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ","prev":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 259","label":"Jebb Page 259","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/259","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/259"},"next":{"citation":"Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 261","label":"Jebb Page 261","url":"https://interlinea.aeterna-institute.org/library/greek/aelius-aristides/text-31/261","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aelius-aristides/text-31/261"},"credit":{"text":"Aelius Aristides, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων, ed. Wilhelm Dindorf. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0284.tlg046.local001/","quality":"proofread"}}