{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 109.4","citation":"Aeschylus, Fragmenta 109.4","ref":"109.4","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/109.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/109.4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/109.4.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta","urn":"urn:cts:greekLit:tlg0085.tlg008"},"verse":false,"words":351,"text":"ἀμφιδεξίοις χερσί ΤΟΞΟΤΙΔΕΣ οὔπω τις Ἀκταίων’ ἄθηρος ἡμέρα κενὸν πόνον πονοῦντ’ ἔπεμψεν ἐς δόμους. ἐπιβεβουλευμένον οὐδὲ στωμύλον οὐδὲ ταπεινόν. 5 ἐπεί τοι καὶ τὸν Ὀδυσσέα εἰσήγαγε δριμὺν καὶ δόλιον ὡς ἐν τοῖς τότε, πολὺ δὲ ἀπέχοντα τῆς νῦν κακοηθείας, ὥστε τῷ ὄντι ἀρχαῖον ἂν δόξαι παρὰ τοὺς νῦν ἁπλοῦς εἶναι βουλομένους καὶ μεγαλόφρονας. καὶ οὐδέν γε ἀλλοττούσης τῆς Ἀθηνᾶς προσεδεήθη πρὸς τὸ μὴ γνωσθῆναι ὅστις ἐστὶν ὑπὸ τοῦ Φιλοκτήτου, καθάπερ Ὅμηρος κἀκείνῳ δὴ ἑπόμενος Εὐριπίδης ἐποίησεν· ὥστε τυχὸν ἄν τις ἐγκαλέσαι τῶν οὐ φιλούντων τὸν ἄνδρα, ὅτι οὐδὲν αὐτῷ ἐμέλησεν ὅπως πιθανὸς ἔσται ὁ Ὀδυσσεὺς οὐ γινωσκόμενος ὑπὸ τοῦ Φιλοκτήτου. 6 καὶ μὴν ὁ χορὸς αὐτῷ παραιτήσεως, ὥσπερ ὁ τοῦ Εὐριπίδου, οὐδὲν ἐδεήθη. 7 ἄμφω γὰρ ἐκ τῶν Δημνίων ἐποίησαν τὸν χορόν· ἀλλ’ ὁ μὲν Εὐριπίδης εὐθὺς ἀπολογουμένους πεποίηκε περὶ τῆς πρότερον ἀμελείας, ὅτι δὴ τοσούτων ἐτῶν οὔτε προσέλθοιεν πρὸς τὸν Φιλοκτήτην οὔτε βοηθήσειαν οὐδὲν αὐτῷ· ὁ δ’ Αἰσχύλος ἁπλῶς εἰσήγαγε τὸν χορόν, ὃ τῷ παντὶ τραχυκάτερον καὶ ἁπλούστερον. 9 οὐ τοίνυν οὐδὲ ἐκεῖνο δοκεῖ μοι δικαίως ἄν τις αἰτιάσασθαι, τὸ διηγεῖσθαι πρὸς τὸν χορὸν ὡς ἀγνοοῦντα τὰ περὶ τὴν ἀπόλειψιν τὴν τῶν Ἀχαιῶν καὶ τὰ καθόλου συμβαίνοντα αὐτῷ. οἱ γὰρ δυστυχοῦντες ἄνθρωποι πολλάκις εἰώθασι μεμνῆσθαι τῶν συμφορῶν—. καὶ μὴν ἡ ἀπάτη ἡ τοῦ Ὀδυσσέως πρὸς τὸν Φιλοκτήτην καὶ οἱ λόγοι δι’ ὧν προσηγάγετο αὐτόν, οὐ μόνον εὐσχημονέστεροι καὶ ἥρωι πρέποντες ἀλλ’ οὐκ Εὐρυβάτῳ ἢ Πατακίωνι, ἀλλ’ ὡς ἐμοὶ δοκοῦσι καὶ πιθανώτεροι. 10 τί γὰρ ἔδει ποικίλης τέχνης καὶ ἐπιβουλῆς πρὸς ἄνδρα νοσοῦντα καὶ ταῦτα τοξότην, ᾧ εἴ τις μόνον ἐγγὺς παρέστη, ἀχρεῖος ἡ ἀλκὴ αὐτοῦ ἐγεγόνει; καὶ τὸ ἀπαγγέλλειν δὲ τὰς τῶν Ἀχαιῶν συμφορὰς καὶ τὸν Ἀγαμέμνονα τεθνηκότα καὶ τὸν Ὀδυσσέα ἐπ’ αἰτίᾳ ὡς οἷόν τε αἰσχίστῃ καὶ καθόλου τὸ στράτευμα διεφθαρμένον, οὐ μόνον χρήσιμον ὥστε εὐφρᾶναι τὸν Φιλοκτήτην καὶ προσδέξασθαι μᾶλλον τὴν τοῦ Ὀδυσσέως ὁμιλίαν, ἀλλ’ οὐδ’ ἀπίθανα τρόπον τινὰ διὰ τὸ μῆκος τῆς στρατείας καὶ διὰ τὰ συμβεβηκότα οὐ πάλαι κατὰ τὴν ὀργὴν τοῦ Ἀχιλλέως, ὅθ’ Ἕκτωρ παρὰ σμικρὸν ἦλθεν ἐμπρῆσαι τὸν ναύσταθμον. 14 οὐ μόνον δὲ (Euripides) πεποίηκε τὸν Ὀδυσσέα παραγιγνόμενον, ἀλλὰ μετὰ τοῦ Διομήδους, Ὁμηρικῶς καὶ τοῦτο. Accius in Philocteta quem maxime poëtam secutus sit nescimus.","prev":{"citation":"Fragmenta 110.5-10","label":"110.5 to 110.10","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/110.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/110.5"},"next":{"citation":"Fragmenta 112.2","label":"112.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/fragmenta/112.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/fragmenta/112.2"},"credit":{"text":"Aeschylus, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000122","quality":"ocr"}}