{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Libation Bearers 3","citation":"Aeschylus, Libation Bearers 3","ref":"3","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg006:3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-2/3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/3.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Libation Bearers","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2","urn":"urn:cts:greekLit:tlg0085.tlg006"},"verse":true,"words":239,"text":"ἰαλτὸς ἐκ δόμων ἔβαν\nχοὰς προπομπὸς ὀξύχειρι σὺν κτύπῳ.\nπρέπει παρηὶς φοινίοις ἀμυγμοῖς\nὄνυχος ἄλοκι νεοτόμῳ,\nδι᾽ αἰῶνος δ᾽ ἰυγμοῖσι βόσκεται κέαρ.\nλινοφθόροι δ᾽ ὑφασμάτων\nλακίδες ἔφλαδον ὑπ᾽ ἄλγεσιν,\nπροστέρνοι στολμοὶ\nπέπλων ἀγελάστοις\nξυμφοραῖς πεπληγμένων.\nτορὸς γὰρ ὀρθόθριξ φόβος,\nδόμων ὀνειρόμαντις, ἐξ ὕπνου κότον\nπνέων, ἀωρόνυκτον ἀμβόαμα\nμυχόθεν ἔλακε περὶ φόβῳ,\nγυναικείοισιν ἐν δώμασιν βαρὺς πίτνων.\nκριταί <τε> τῶνδ᾽ ὀνειράτων\nθεόθεν ἔλακον ὑπέγγυοι\nμέμφεσθαι τοὺς γᾶς\nνέρθεν περιθύμως\nτοῖς κτανοῦσί τ᾽ ἐγκοτεῖν.\nτοιάνδε χάριν ἀχάριτον ἀπότροπον κακῶν,\nἰὼ γαῖα μαῖα,\nμωμένα μ᾽ ἰάλλει\nδύσθεος γυνά. φοβοῦ-\nμαι δ᾽ ἔπος τόδ᾽ ἐκβαλεῖν.\nτί γὰρ λύτρον πεσόντος αἵματος πέδοι;\nἰὼ πάνοιζυς ἑστία,\nἰὼ κατασκαφαὶ δόμων.\nἀνήλιοι βροτοστυγεῖς\nδνόφοι καλύπτουσι δόμους\nδεσποτῶν θανάτοισι.\nσέβας δ᾽ ἄμαχον ἀδάματον ἀπόλεμον τὸ πρὶν\nδι᾽ ὤτων φρενός τε\nδαμίας περαῖνον\nνῦν ἀφίσταται. φοβεῖ-\nται δέ τις. τὸ δ᾽ εὐτυχεῖν,\nτόδ᾽ ἐν βροτοῖς θεός τε καὶ θεοῦ πλέον.\nῥοπὴ δ᾽ ἐπισκοπεῖ δίκας\nταχεῖα τοὺς μὲν ἐν φάει,\nτὰ δ᾽ ἐν μεταιχμίῳ σκότου\nμένει χρονίζοντας ἄχη [βρύει],\nτοὺς δ᾽ ἄκραντος ἔχει νύξ.\nδι᾽ αἵματ᾽ ἐκποθένθ᾽ ὑπὸ χθονὸς τροφοῦ\nτίτας φόνος πέπηγεν οὐ διαρρύδαν.\nδιαλγὴς <δ᾽> ἄτα διαφέρει\nτὸν αἴτιον παναρκέτας νόσου βρύειν.\nθιγόντι δ᾽ οὔτι νυμφικῶν ἑδωλίων\nἄκος, πόροι τε πάντες ἐκ μιᾶς ὁδοῦ\nδιαίνοντες τὸν χερομυσῆ\n†φόνον καθαίροντες ἴθυσαν ἄταν†.\nἐμοὶ δ᾽ ???ἀνάγκαν γὰρ ἀμφίπτολιν\nθεοὶ προσήνεγκαν: ???ἐκ γὰρ οἴκων\nπατρῴων δούλιόν <μ᾽> ἐσᾶγον αἶσαν,???\nδίκαια καὶ μὴ δίκαια\nπρέποντ᾽ <ἀπ᾽> ἀρχᾶς βίου\nβίᾳ φρενῶν αἰνέσαι πικρὸν\nστύγος κρατούσῃ. δακρύω δ᾽ ὑφ᾽ εἱμάτων\nματαίοισι δεσποτᾶν\nτύχαις, κρυφαίοις πένθεσιν παχνουμένη.","prev":{"citation":"Libation Bearers 2","label":"Episode 2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-2/2"},"next":{"citation":"Libation Bearers 4.1","label":"Episode 4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/4.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-2/4.1"},"credit":{"text":"Aeschylus, Χοηφόροι, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg006.local001/","quality":"proofread"}}