{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Libation Bearers 7","citation":"Aeschylus, Libation Bearers 7","ref":"7","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg006:7","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-2/7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/7.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Libation Bearers","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2","urn":"urn:cts:greekLit:tlg0085.tlg006"},"verse":true,"words":234,"text":"πολλὰ μὲν γᾶ τρέφει\nδεινὰ [καὶ] δειμάτων ἄχη,\nπόντιαί τ᾽ ἀγκάλαι κνωδάλων\nἀνταίων βρύουσι:\nπλάθουσι [βλαστοῦσι] καὶ πεδαίχμιοι\nλαμπάδες πεδάοροι,\nπτανά τε καὶ πεδοβά-\nμονα κἀνεμοέντ᾽ ἂν\nαἰγίδων φράσαι κότον.\nἀλλ᾽ ὑπέρτολμον ἀν-\nδρὸς φρόνημα τίς λέγοι\nκαὶ γυναικῶν φρεσὶν τλαμόνων [καὶ]\nπαντόλμους ἔρωτας\nἄταισι συννόμους βροτῶν;\nξυζύγους δ᾽ ὁμαυλίας θηλυκρατὴς ἀπέρω-\nτος ἔρως παρανικᾷ\nκνωδάλων τε καὶ βροτῶν.\nἴστω δ᾽ ὅστις οὐχ ὑπόπτερος\nφροντίσιν δαεὶς,\nτὰν ἁ παιδολυ-\nμὰς τάλαινα Θεστιὰς μήσατο\nπυρδαῆτιν πρόνοιαν,\nκαταίθουσα παιδὸς δαφοινὸν\nδαλὸν ἥλικ᾽, ἐπεὶ μολὼν\nματρόθεν κελάδησε,\nξύμμετρόν τε διαὶ βίου\nμοιρόκραντον ἐς ἆμαρ.\nἄλλαν δ᾽ ἔστιν ἐν λόγοις στυγεῖν\nφοινίαν κόραν,\nἅτ᾽ ἐχθρῶν ὑπαὶ\nφῶτ᾽ ἀπώλεσεν φίλον Κρητικοῖς\nχρυσοκμήτοισιν ὅρμοις\nπιθήσασα δώροισι Μίνω,\nΝῖσον ἀθανάτας τριχὸς\nνοσφίσασ᾽ ἀπροβούλως\nπνέονθ᾽ ἁ κυνόφρων ὕπνῳ.\nκιγχάνει δέ μιν Ἑρμῆς.\nἐπεὶ δ᾽ ἐπεμνασάμην ἀμειλίχων\nπόνων, †ἀκαιρως δὲ δυσφιλὲς γαμή-\nλευμ᾽ ἀπεύχετον δόμοις\nγυναικοβούλους τε μήτιδας φρενῶν\nἐπ᾽ ἀνδρὶ τευχεσφόρῳ,\nἐπ᾽ ἀνδρὶ δᾴοις ἐπικότῳ σέβασ†\nτίω δ᾽ ἀθέρμαντον ἑστίαν δόμων\nγυναικείαν <τ᾽> ἄτολμον αἰχμάν.\nκακῶν δὲ πρεσβεύεται τὸ Λήμνιον\nλόγῳ: γοᾶται δὲ δὴ πάθος κατά-\nπτυστον: ᾔκασεν δέ τις\nτὸ δεινὸν αὖ Λημνίοισι πήμασιν.\nθεοστυγήτῳ δ᾽ ἄγει\nβροτῶν ἀτιμωθὲν οἴχεται γένος.\nσέβει γὰρ οὔτις τὸ δυσφιλὲς θεοῖς.\nτί τῶνδ᾽ οὐκ ἐνδίκως ἀγείρω;\nτὸ δ᾽ ἄγχι πλευμόνων ξίφος\nδιανταίαν ὀξυπευκὲς οὐτᾷ\nδιαὶ Δίκας. †τὸ μὴ θέμις γὰρ <οὐ>\nλὰξ πέδοι πατούμενον, τὸ πᾶν Διὸς\nσέβας παρεκβάντος οὐ θεμιστῶς.†\nΔίκας δ᾽ ἐρείδεται πυθμήν:\nπροχαλκεύει δ᾽ Αἶσα φασγανουργός:\nτέκνον δ᾽ ἐπεισφέρει δόμοισιν\nαἱμάτων παλαιτέρων τίνειν μύσος\nχρόνῳ κλυτὰ βυσσόφρων Ἐρινύς.","prev":{"citation":"Libation Bearers 6.577-584","label":"Episode 6, lines 6.577-6.584","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/6.577","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-2/6.577"},"next":{"citation":"Libation Bearers 8.1","label":"Episode 8","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-2/8.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-2/8.1"},"credit":{"text":"Aeschylus, Χοηφόροι, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg006.local001/","quality":"proofread"}}