{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Eumenides 6","citation":"Aeschylus, Eumenides 6","ref":"6","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg007:6","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-3/6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3/6.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Eumenides","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3","urn":"urn:cts:greekLit:tlg0085.tlg007"},"verse":true,"words":264,"text":"νῦν καταστροφαὶ νέων\nθεσμίων, εἰ κρατή-\nσει δίκα τε καὶ βλάβα\nτοῦδε ματροκτόνου.\nπάντας ἤδη τόδʼ ἔργον εὐχερεί-\nᾳ συναρμόσει βροτούς·\nπολλὰ δʼ ἔτυμα παιδότρωτα\nπάθεα προσμένει τοκεῦ-\nσιν μεταῦθις ἐν χρόνῳ.\nοὐδὲ γὰρ βροτοσκόπων\nμαινάδων τῶνδʼ ἐφέρ-\nψει κότος τις ἐργμάτων—\nπάντʼ ἐφήσω μόρον.\nπεύσεται δʼ ἄλλος ἄλλοθεν, προφω-\nνῶν τὰ τῶν πέλας κακά,\nλῆξιν ὑπόδοσίν τε μόχθων·\nἄκεά τʼ οὐ βέβαια τλά-\nμων μάταν παρηγορεῖ.\nμηδέ τις κικλῃσκέτω\nξυμφορᾷ τετυμμένος,\nτοῦτʼ ἔπος θροούμενος,\nὦ δίκα,\nὦ θρόνοι τʼ Ἐρινύων.\nταῦτά τις τάχʼ ἂν πατὴρ\nἢ τεκοῦσα νεοπαθὴς\nοἶκτον οἰκτίσαιτʼ, ἐπει-\nδὴ πίτνει δόμος δίκας.\nἔσθʼ ὅπου τὸ δεινὸν εὖ,\nκαὶ φρενῶν ἐπίσκοπον\nδεῖ μένειν καθήμενον.\nξυμφέρει\nσωφρονεῖν ὑπὸ στένει.\nτίς δὲ μηδὲν ἐν δέει\nκαρδίαν ἂν ἀνατρέφων\nἢ πόλις βροτός θʼ ὁμοί-\nως ἔτʼ ἂν σέβοι δίκαν;\nμήτʼ ἀνάρχετον βίον\nμήτε δεσποτούμενον\nαἰνέσῃς.\nπαντὶ μέσῳ τὸ κράτος\nθεὸς ὤπασεν, ἄλλʼ\nἄλλᾳ δʼ ἐφορεύει.\nξύμμετρον δʼ ἔπος λέγω,\nδυσσεβίας μὲν ὕβρις\nτέκος ὡς ἐτύμως·\nἐκ δʼ ὑγιεί-\nας φρενῶν ὁ πάμφιλος\nκαὶ πολύευκτος ὄλβος.\nἐς τὸ πᾶν δέ σοι λέγω,\nβωμὸν αἴδεσαι Δίκας·\nμηδέ νιν\nκέρδος ἰδὼν ἀθέῳ\nποδὶ λὰξ ἀτίσῃς·\nποινὰ γὰρ ἐπέσται.\nκύριον μένει τέλος.\nπρὸς τάδε τις τοκέων\nσέβας εὖ προτίων\nκαὶ ξενοτί-\nμους δόμων ἐπιστροφὰς\nαἰδόμενός τις ἔστω.\nἑκὼν δʼ ἀνάγκας ἄτερ δίκαιος ὢν\nοὐκ ἄνολβος ἔσται·\nπανώλεθρος δʼ οὔποτʼ ἂν γένοιτο.\nτὸν ἀντίτολμον δέ φαμι παρβάταν\nἄγοντα πολλὰ παντόφυρτʼ ἄνευ δίκας\nβιαίως ξὺν χρόνῳ καθήσειν\nλαῖφος, ὅταν λάβῃ πόνος\nθραυομένας κεραίας.\nκαλεῖ δʼ ἀκούοντας οὐδὲν ἐν μέσᾳ\nδυσπαλεῖ τε δίνᾳ·\nγελᾷ δὲ δαίμων ἐπʼ ἀνδρὶ θερμῷ,\nτὸν οὔποτʼ αὐχοῦντʼ ἰδὼν ἀμαχάνοις\nδύαις λαπαδνὸν οὐδʼ ὑπερθέοντʼ ἄκραν·\nδιʼ αἰῶνος δὲ τὸν πρὶν ὄλβον\nἕρματι προσβαλὼν δίκας\nὤλετʼ ἄκλαυτος, αἶστος.","prev":{"citation":"Eumenides 5.443-489","label":"Episode 5, lines 5.443-5.489","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3/5.443","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-3/5.443"},"next":{"citation":"Eumenides 7.566-610","label":"Episode 7, lines 7.566-7.610","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-3/7.566","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-3/7.566"},"credit":{"text":"Aeschylus, Εὐμενίδες, ed. Herbert Weir Smyth. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg007.local002/","quality":"proofread"}}