{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Seven against Thebes 12","citation":"Aeschylus, Seven against Thebes 12","ref":"12","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg004:12","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/12","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/12","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/12.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Seven against Thebes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6","urn":"urn:cts:greekLit:tlg0085.tlg004"},"verse":true,"words":248,"text":"πέφρικα τὰν ὠλεσίοικον\nθεόν, οὐ θεοῖς ὁμοίαν,\nπαναλαθῆ, κακόμαντιν\nπατρὸς εὐκταίαν Ἐρινὺν\nτελέσαι τὰς περιθύμους\nκατάρας Οἰδιπόδα βλαψίφρονος:\nπαιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ὀτρύνει.\nξένος δὲ κλήρους ἐπινωμᾷ,\nΧάλυβος Σκυθῶν ἄποικος,\nκτεάνων χρηματοδαίτας\nπικρός, ὠμόφρων σίδαρος,\nχθόνα ναίειν διαπήλας,\nὁπόσαν καὶ φθιμένοισιν κατέχειν,\nτῶν μεγάλων πεδίων ἀμοίρους.\nἐπειδὰν αὐτοκτόνως\nαὐτοδάικτοι θάνωσι,\nκαὶ γαΐα κόνις πίῃ\nμελαμπαγὲς αἷμα φοίνιον,\nτίς ἂν καθαρμοὺς πόροι,\nτίς ἄν σφε λούσειεν; ὦ\nπόνοι δόμων νέοι παλαι-\nοῖσι συμμιγεῖς κακοῖς.\nπαλαιγενῆ γὰρ λέγω\nπαρβασίαν ὠκύποινον:\nαἰῶνα δ᾽ ἐς τρίτον μένει:\nἈπόλλωνος εὖτε Λάιος\nβίᾳ, τρὶς εἰπόντος ἐν\nμεσομφάλοις Πυθικοῖς\nχρηστηρίοις θνᾴσκοντα γέν-\nνας ἄτερ σῴζειν πόλιν,\nκρατηθεὶς δ᾽ ἐκ φίλων ἀβουλιᾶν\nἐγείνατο μὲν μόρον αὑτῷ,\nπατροκτόνον Οἰδιπόδαν,\nὅστε ματρὸς ἁγνὰν\nσπείρας ἄρουραν, ἵν᾽ ἐτράφη,\nῥίζαν αἱματόεσσαν,\nἔτλα: παράνοια συνᾶγε\nνυμφίους φρενώλεις.\nκακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει:\nτὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει\nτρίχαλον, ὃ καὶ περὶ πρύμ-\nναν πόλεως καχλάζει.\n†μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου\nτείνει πύργος ἐν εὔρει†.\nδέδοικα δὲ σὺν βασιλεῦσι\nμὴ πόλις δαμασθῇ.\nτέλειαι γὰρ παλαιφάτων ἀρᾶν\nβαρεῖαι καταλλαγαί: τὰ δ᾽ ὀλοὰ\nπελόμεν᾽ οὐ παρέρχεται.\nπρόπρυμνα δ᾽ ἐκβολὰν φέρει\nἀνδρῶν ἀλφηστᾶν\nὄλβος ἄγαν παχυνθείς.\nτίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν\nθεοὶ καὶ ξυνέστιοι πόλεος ὁ\nπολύβατός τ᾽ ἀγὼν βροτῶν,\nὅσον τότ᾽ Οἰδίπουν τίον,\nτὰν ἁρπαξάνδραν\nκῆρ᾽ ἀφελόντα χώρας;\nἐπεὶ δ᾽ ἀρτίφρων\nἐγένετο μέλεος ἀθλίων\nγάμων, ἐπ᾽ ἄλγει δυσφορῶν\nμαινομένᾳ κραδίᾳ\nδίδυμα κάκ᾽ ἐτέλεσεν:\nπατροφόνῳ χερὶ τῶν\nκρεισσοτέκνων [δ᾽ ἀπ᾽] ὀμμάτων ἐπλάγχθη:\nτέκνοις δ᾽ ἀγρίας\nἐφῆκεν ἐπικότους τροφᾶς,\nαἰαῖ, πικρογλώσσους ἀράς,\nκαί σφε σιδαρονόμῳ\nδιὰ χερί ποτε λαχεῖν\nκτήματα: νῦν δὲ τρέω\nμὴ τελέσῃ καμψίπους Ἐρινύς,","prev":{"citation":"Seven against Thebes 11","label":"Episode 11","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/11"},"next":{"citation":"Seven against Thebes 13","label":"Episode 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/13","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/13"},"credit":{"text":"Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg004.local001/","quality":"proofread"}}