{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Seven against Thebes 4","citation":"Aeschylus, Seven against Thebes 4","ref":"4","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg004:4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/4.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Seven against Thebes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6","urn":"urn:cts:greekLit:tlg0085.tlg004"},"verse":true,"words":219,"text":"ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού-\nσασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,\nὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,\nἱππικῶν τ᾽ ἄπυον πηδαλίων διὰ στόμα\nπυριγενετᾶν χαλινῶν.\nτί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν\nπρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,\nνεὼς καμούσης ποντίῳ πρὸς κύματι;\nἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-\nχαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδος\nὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις:\nδὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως\nἵν᾽ ὑπερέχοιεν ἀλκάν.\nπύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.\nοὔκουν τάδ᾽ ἔσται πρὸς θεῶν;\nἀλλ᾽ οὖν θεοὺς\nτοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.\nμήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι θεῶν\nἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽\nἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽\nἁπτόμενον πυρὶ δαΐῳ.\nμή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς:\nπειθαρχία γάρ ἐστι τῆς εὐπραξίας\nμήτηρ, γονῆς σωτῆρος: ὧδ᾽ ἔχει λόγος.\nἔστι: θεοῦ δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα:\nπολλάκι δ᾽ ἐν κακοῖσι τὸν ἀμάχανον\nκἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων\nκρημναμενᾶν νεφελᾶν ὀρθοῖ.\nἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια\nθεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων:\nσὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.\nδιὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον,\nδυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει.\nτίς τάδε νέμεσις στυγεῖ;\nοὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος:\nἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,\nεὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.\nποτίφατον κλύουσα πάταγον ἀνάμιγα\nταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν,\nτίμιον ἕδος, ἱκόμαν.\nμή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους\nπύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.\nτούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.","prev":{"citation":"Seven against Thebes 3","label":"Episode 3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/3"},"next":{"citation":"Seven against Thebes 5","label":"Episode 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/5"},"credit":{"text":"Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg004.local001/","quality":"proofread"}}