{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Seven against Thebes 5","citation":"Aeschylus, Seven against Thebes 5","ref":"5","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg004:5","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/5","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/5.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Seven against Thebes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6","urn":"urn:cts:greekLit:tlg0085.tlg004"},"verse":true,"words":245,"text":"καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.\nμή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.\nστένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.\nοὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.\nδέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.\nοὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;\nὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.\nοὐκ ἐς φθόρον σιγῶσ᾽ ἀνασχήσει τάδε;\nθεοὶ πολῖται, μή με δουλείας τυχεῖν.\nαὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ πᾶσαν πόλιν.\nὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.\nὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.\nμοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.\nπαλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;\nἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.\nαἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.\nλέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.\nσίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.\nσιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.\nτοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.\nκαὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων,\nεὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς:\nκἀμῶν ἀκούσασ᾽ εὐγμάτων, ἔπειτα σὺ\nὀλολυγμὸν ἱρὸν εὐμενῆ παιώνισον,\nἙλληνικὸν νόμισμα θυστάδος βοῆς,\nθάρσος φίλοις, λύουσα πολέμιον φόβον.\nἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,\nπεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,\nΔίρκης τε πηγαῖς, ὕδατί τ᾽ Ἰσμηνοῦ λέγω,\nεὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,\n†[μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,\nταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι\nθήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα,]\nλάφυρα δᾴων δουρίπηχθ᾽ ἁγνοῖς δόμοις,\nστέψω πρὸ ναῶν, πολεμίων [δ᾽] ἐσθήματα.†\nτοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,\nμηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν:\nοὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.\nἐγὼ δέ γ᾽ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ\nἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον\nεἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,\nπρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους\nλόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.","prev":{"citation":"Seven against Thebes 4","label":"Choral 4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/4"},"next":{"citation":"Seven against Thebes 6","label":"Choral 6","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/6"},"credit":{"text":"Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg004.local001/","quality":"proofread"}}