{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Seven against Thebes 6","citation":"Aeschylus, Seven against Thebes 6","ref":"6","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg004:6","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/6.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Seven against Thebes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6","urn":"urn:cts:greekLit:tlg0085.tlg004"},"verse":true,"words":284,"text":"μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:\nγείτονες δὲ καρδίας\nμέριμναι ζωπυροῦσι τάρβος\nτὸν ἀμφιτειχῆ λεών,\nδράκοντας ὥς τις τέκνων\nὑπερδέδοικεν λεχαίων δυσευνάτορας\nπάντρομος πελειάς.\nτοὶ μὲν γὰρ ποτὶ πύργους\nπανδαμεὶ πανομιλεὶ\nστείχουσιν. τί γένωμαι;\nτοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν\nἰάπτουσι πολίταις\nχερμάδ᾽ ὀκριόεσσαν.\nπαντὶ τρόπῳ, Διογενεῖς\nθεοί, πόλιν καὶ στρατὸν\nΚαδμογενῆ ῥύεσθε.\nποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον\nτᾶσδ᾽ ἄρειον, ἐχθροῖς\nἀφέντες τὰν βαθύχθον᾽ αἶαν,\nὕδωρ τε Διρκαῖον, εὐ-\nτραφέστατον πωμάτων\nὅσων ἵησιν Ποσει-\nδᾶν ὁ γαιάοχος\nΤηθύος τε παῖδες.\nπρὸς τάδ᾽, ὦ πολιοῦχοι\nθεοί, τοῖσι μὲν ἔξω\nπύργων ἀνδρολέτειραν\nκῆρα, ῥίψοπλον ἄταν,\nἐμβαλόντες ἄροισθε\nκῦδος τοῖσδε πολίταις.\nκαὶ πόλεως ῥύτορες <ἔστ᾽>\nεὔεδροί τε στάθητ᾽\nὀξυγόοις λιταῖσιν.\nοἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν\nἈίδᾳ προϊάψαι, δορὸς ἄγραν,\nδουλίαν ψαφαρᾷ σποδῷ\nὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν\nπερθομέναν ἀτίμως,\nτὰς δὲ κεχειρωμένας ἄγεσθαι,\nἒ ἔ, νέας τε καὶ παλαιὰς\nἱππηδὸν πλοκάμων, περιρ-\nρηγνυμένων φαρέων.\nβοᾷ δ᾽ ἐκκενουμένα πόλις,\nλαΐδος ὀλλυμένας μιξοθρόου:\nβαρείας τοι τύχας προταρβῶ.\nκλαυτὸν δ᾽ ἀρτιτρόφοις ὠμοδρόποις\nνομίμων προπάροιθεν διαμεῖψαι\nδωμάτων στυγερὰν ὁδόν:\nτί γάρ; φθίμενόν τοι προλέγω\nβέλτερα τῶνδε πράσσειν:\nπολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,\nἒ ἔ, δυστυχῆ τε πράσσει.\nἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ-\nει, τὰ δὲ καὶ πυρφορεῖ:\nκαπνῷ [δὲ] χραίνεται πόλισμ᾽ ἅπαν:\nμαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας\nμιαίνων εὐσέβειαν Ἄρης.\nκορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ,\nποτὶ [πτόλιν] δ᾽ ὁρκάνα πυργῶτις:\nπρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται:\nβλαχαὶ δ᾽ αἱματόεσσαι\nτῶν ἐπιμαστιδίων\nἀρτιτρεφεῖς βρέμονται.\nἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες:\nξυμβολεῖ φέρων φέροντι,\nκαὶ κενὸς κενὸν καλεῖ,\nξύννομον θέλων ἔχειν,\nοὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι.\nτίν᾽ ἐκ τῶνδ᾽ εἰκάσαι λόγον πάρα;\nπαντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας],\nπικρὸν δ᾽ ὄμμα <τᾶν> θαλαμηπόλων:\nπολλὰ δ᾽ ἀκριτόφυρτος\nγᾶς δόσις οὐτιδανοῖς\nἐν ῥοθίοις φορεῖται.\nδμωίδες δὲ καινοπήμονες †νέαι:\nτλήμονες εὐνὰν αἰχμάλωτον†\nἀνδρὸς εὐτυχοῦντος, αἷς\nδυσμενοῦς ὑπερτέρου\nἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,\nπαγκλαύτων ἀλγέων ἐπίρροθον.","prev":{"citation":"Seven against Thebes 5","label":"Episode 5","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/5"},"next":{"citation":"Seven against Thebes 7","label":"Episode 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/7"},"credit":{"text":"Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg004.local001/","quality":"proofread"}}