{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Seven against Thebes 7","citation":"Aeschylus, Seven against Thebes 7","ref":"7","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg004:7","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/7","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/7.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Seven against Thebes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6","urn":"urn:cts:greekLit:tlg0085.tlg004"},"verse":true,"words":288,"text":"ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ\nπευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,\nσπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.\nκαὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος\nεἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν:\nσπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει πόδα.\nλέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,\nὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.\nΤυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν\nβρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν\nὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται καλά.\nΤυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος\nμεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ:\nθείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,\nσαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.\nτοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους\nσείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ\nχαλκήλατοι κλάζουσι κώδωνες φόβον:\nἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,\nφλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον:\nλαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,\nπρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.\nτοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς\nβοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,\nἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,\nὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.\nτίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν\nκλῄθρων λυθέντων προστατεῖν φερέγγυος;\nκόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,\nοὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα:\nλόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.\nκαὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος\nἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,\nτάχ᾽ ἂν γένοιτο μάντις ἁνοία τινί.\nεἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,\nτῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε\nγένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,\nκαὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.\nἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον\nτῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,\nμάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον\nτιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.\nαἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.\nσπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,\nῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,\nΜελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:\nΔίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται\nεἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.","prev":{"citation":"Seven against Thebes 6","label":"Choral 6","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/6"},"next":{"citation":"Seven against Thebes 8.1","label":"Choral 8","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/8.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/8.1"},"credit":{"text":"Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg004.local001/","quality":"proofread"}}