{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Seven against Thebes 9","citation":"Aeschylus, Seven against Thebes 9","ref":"9","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg004:9","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/9","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/9.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Seven against Thebes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6","urn":"urn:cts:greekLit:tlg0085.tlg004"},"verse":true,"words":312,"text":"τὸν ἕβδομον δὴ τόν τ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις\nλέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει\nοἵας ἀρᾶται καὶ κατεύχεται τύχας:\nπύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,\nἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας,\nσοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,\nἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλατῶν\nφυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον.\nτοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους\nκαλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν\nτῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.\nἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος\nδιπλοῦν τε σῆμα προσμεμηχανημένον.\nχρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν\nἄγει γυνή τις σωφρόνως ἡγουμένη.\nΔίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα\nλέγει “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν\nἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”\nτοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.\nσὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ:\nὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων\nμέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.\nὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,\nὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος:\nὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.\nἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,\nμὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.\nἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,\nτάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,\nεἴ νιν κατάξει χρυσότευκτα γράμματα\nἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.\nεἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν\nἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν:\nἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,\nοὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω,\nοὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,\nΔίκη προσεῖδε καὶ κατηξιώσατο:\nοὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ\nοἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας,\nἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος\nΔίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.\nτούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι\nαὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος;\nἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,\nἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος\nκνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.\nμή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ\nὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ:\nἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις\nἐς χεῖρας ἐλθεῖν: αἷμα γὰρ καθάρσιον.\nἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,\nοὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.\nεἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ\nἔστω: μόνον γὰρ κέρδος ἐν τεθνηκόσι:\nκακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.","prev":{"citation":"Seven against Thebes 8.3-2","label":"Choral 8","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/8.3-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/8.3-2"},"next":{"citation":"Seven against Thebes 10","label":"Choral 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-6/10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-6/10"},"credit":{"text":"Aeschylus, Ἑπτὰ ἐπὶ Θήβας, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg004.local001/","quality":"proofread"}}