{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Suppliant Women 16","citation":"Aeschylus, Suppliant Women 16","ref":"16","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg001:16","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/16","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/16","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/16.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Suppliant Women","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7","urn":"urn:cts:greekLit:tlg0085.tlg001"},"verse":true,"words":226,"text":"ἴτε μὰν ἀστυάνακτας\nμάκαρας θεοὺς γανόοντες πολιούχους\nτε καὶ οἳ χεῦμ᾽ Ἐρασίνου\nπεριναίουσιν παλαιόν.\nὑποδέξασθε <δ᾽> ὀπαδοὶ\nμέλος: αἶνος δὲ πόλιν τάνδε Πελασγῶν\nἐχέτω, μηδ᾽ ἔτι Νείλου\nπροχοὰς σέβωμεν ὕμνοις:\nποταμοὺς δ᾽ οἳ διὰ χώρας\nθελεμὸν πῶμα χέουσιν πολύτεκνοι,\nλιπαροῖς χεύμασι γαίας\nτόδε μειλίσσοντες οὖδας.\nἐπίδοι δ᾽ Ἄρτεμις ἁγνὰ\nστόλον οἰκτιζομένα, μηδ᾽ ὑπ᾽ ἀνάγκας\nγάμος ἔλθοι Κυθερείας:\nστυγερῶν πέλοι τόδ᾽ ἆθλον.\nΚύπριδος <δ᾽> οὐκ ἀμελεῖ θεσμὸς ὅδ᾽ εὔφρων.\nδύναται γὰρ Διὸς ἄγχιστα σὺν Ἥρᾳ:\nτίεται δ᾽ αἰολόμητις\nθεὸς ἔργοις ἐπὶ σεμνοῖς.\nμετάκοινοι δὲ φίλᾳ ματρὶ πάρεισιν\nΠόθος <ᾇ> τ᾽ οὐδὲν ἄπαρνον\nτελέθει θέλκτορι Πειθοῖ.\nδέδοται δ᾽ Ἁρμονίᾳ μοῖρ᾽ Ἀφροδίτας\nψεδυραὶ τρίβοι τ᾽ ἐρώτων.\nφυγάδεσσιν δ᾽ ἐπιπνοίας κακά τ᾽ ἄλγη\nπολέμους θ᾽ αἱματόεντας προφοβοῦμαι.\nτί ποτ᾽ εὔπλοιαν ἔπραξαν\nταχυπόμποισι διωγμοῖς;\nὅ τί τοι μόρσιμόν ἐστιν, τὸ γένοιτ᾽ ἄν.\nΔιὸς οὐ παρβατός ἐστιν\nμεγάλα φρὴν ἀπέραντος:\nμετὰ πολλῶν δὲ γάμων ἅδε τελευτὰ\nπροτερᾶν πέλοι γυναικῶν.\nὁ μέγας Ζεὺς ἀπαλέξαι\nγάμον Αἰγυπτογενῆ μοι.—\nτὸ μὲν ἂν βέλτατον εἴη:\nσὺ δὲ θέλγοις ἂν ἄθελκτον.—\nσὺ δέ γ᾽ οὐκ οἶσθα τὸ μέλλον.\nτί δὲ μέλλω φρένα Δίαν\nκαθορᾶν, ὄψιν ἄβυσσον;—\nμέτριον νῦν ἔπος εὔχου:\nτίνα καιρόν με διδάσκεις;—\nτὰ θεῶν μηδὲν ἀγάζειν.\nΖεὺς ἄναξ ἀποστεροί-\nη γάμον δυσάνορα\nδάιον, ὅσπερ Ἰὼ\nπημονᾶς ἐλύσατ᾽ εὖ\nχειρὶ παιωνίᾳ κατασχεθών,\nεὐμενεῖ βίᾳ κτίσας.\nκαὶ κράτος νέμοι γυναι-\nξίν: τὸ βέλτερον κακοῦ\nκαὶ τὸ δίμοιρον αἰνῶ,\nκαὶ δίκᾳ δίκας ἕπε-\nσθαι, ξὺν εὐχαῖς ἐμαῖς, λυτηρίοις\nμαχαναῖς θεοῦ πάρα.","prev":{"citation":"Suppliant Women 15.2","label":"Episode 15","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/15.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/15.2"},"next":null,"credit":{"text":"Aeschylus, Ἱκέτιδες, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg001.local001/","quality":"proofread"}}