{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Suppliant Women 6","citation":"Aeschylus, Suppliant Women 6","ref":"6","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg001:6","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/6.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Suppliant Women","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7","urn":"urn:cts:greekLit:tlg0085.tlg001"},"verse":true,"words":292,"text":"ἄναξ ἀνάκτων, μακάρων\nμακάρτατε καὶ τελέων\nτελειότατον κράτος, ὄλβιε Ζεῦ,\nπιθοῦ τε καὶ γένει σῷ\nἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας:\nλίμνᾳ δ᾽ ἔμβαλε πορφυροειδεῖ\nτὰν μελανόζυγ᾽ ἄταν.\nτὸ πρὸς γυναικῶν <δ᾽> ἐπιδὼν\nπαλαίφατον ἁμέτερον\nγένος φιλίας προγόνου γυναικὸς\nνέωσον εὔφρον᾽ αἶνον,\nγενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς,\nΔῖαι τοι γένος εὐχόμεθ᾽ εἶναι\nγᾶς ἀπὸ τᾶσδ᾽ ἄποικοι.\nπαλαιὸν δ᾽ εἰς ἴχνος μετέσταν\nματέρος ἀνθονόμους ἐπωπάς,\nλειμῶνα βούχιλον, ἔνθεν Ἰὼ\nοἴστρῳ ἐρεσσομένα\nφεύγει ἁμαρτίνοος,\nπολλὰ βροτῶν διαμειβομένα\nφῦλα, διχῇ δ᾽ ἀντίπορον\nγαῖαν ἐν αἴσᾳ διατέμ-\nνουσα πόρον κυματίαν ὁρίζει:\nἰάπτει δ᾽ Ἀσίδος δι᾽ αἴας\nμηλοβότου Φρυγίας διαμπάξ:\nπερᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,\nΛύδιά τ᾽ ἂγ γύαλα,\nκαὶ δι᾽ ὀρῶν Κιλίκων\nΠαμφύλων τε [γένη] διορνυμένα\nπὰρ ποταμοὺς ἀενάους\nκαὶ βαθύπλουτον χθόνα καὶ\nτὰν Ἀφροδίτας πολύπυρον αἶαν.\nἱκνεῖται δ᾽ †εἰσικνουμένου βέλει\nβουκόλου πτερόεντος\nΔῖον πάμβοτον ἄλσος,\nλειμῶνα χιονόβοσκον, ὅντ᾽ ἐπέρχεται\nΤυφῶ μένος,\nὕδωρ τε Νείλου νόσοις ἄθικτον,\nμαινομένα πόνοις ἀτί-\nμοις ὀδύναις τε κεντροδα-\nλήτισι θυιὰς Ἥρας.\nβροτοὶ δ᾽, οἳ γᾶς τότ᾽ ἦσαν ἔννομοι,\nχλωρῷ δείματι θυμὸν\nπάλλοντ᾽ ὄψιν ἀήθη,\nβοτὸν ἐσορῶντες δυσχερὲς μιξόμβροτον,\nτὰν μὲν βοός,\nτὰν δ᾽ αὖ γυναικός: τέρας δ᾽ ἐθάμβουν.\nκαὶ τότε δὴ τίς ἦν ὁ θέλ-\nξας πολύπλαγκτον ἀθλίαν\nοἰστροδόνητον Ἰώ;\nδι᾽ αἰῶνος κρέων ἀπαύστου\nΖεὺς...\nχειρὸς δ᾽ ἀπημάντῳ σθένει\nκαὶ θείαις ἐπιπνοίαις\nπαύεται, δακρύων δ᾽ ἀπο-\nστάζει πένθιμον αἰδῶ.\nλαβοῦσα δ᾽ ἕρμα Δῖον ἀψευδεῖ λόγῳ\nγείνατο παῖδ᾽ ἀμεμφῆ,\nδι᾽ αἰῶνος μακροῦ πάνολβον:\nἔνθεν πᾶσα βοᾷ χθών,\n“φυσιζόου γένος τόδε\nΖηνός ἐστιν ἀληθῶς:\nτίς γὰρ ἂν κατέπαυσεν Ἥ-\nρας νόσους ἐπιβούλους;”\nΔιὸς τόδ᾽ ἔργον: καὶ τόδ᾽ ἂν γένος λέγων\nἐξ Ἐπάφου κυρήσαις.\nτίν᾽ ἂν θεῶν ἐνδικωτέροισιν\nκεκλοίμαν εὐλόγως ἐπ᾽ ἔργοις;\n<αὐτὸς> πατὴρ φυτουργὸς αὐτόχειρ ἄναξ\nγένους παλαιόφρων μέγας\nτέκτων, τὸ πᾶν μῆχαρ οὔριος Ζεύς.\nὑπ᾽ ἀρχᾶς δ᾽ οὔτινος θοάζων\nτὸ μεῖον κρεισσόνων κρατύνει;\nοὔτινος ἄνωθεν ἡμένου σέβει κάτω.\nπάρεστι δ᾽ ἔργον ὡς ἔπος\nσπεῦσαί τι τῶν βούλιος φέρει φρήν.","prev":{"citation":"Suppliant Women 5.486-523","label":"Episode 5, lines 5.486-5.523","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/5.486","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/5.486"},"next":{"citation":"Suppliant Women 7.1","label":"Episode 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/7.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/7.1"},"credit":{"text":"Aeschylus, Ἱκέτιδες, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg001.local001/","quality":"proofread"}}