{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Suppliant Women 8","citation":"Aeschylus, Suppliant Women 8","ref":"8","level":null,"urn":"urn:cts:greekLit:tlg0085.tlg001:8","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/8","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/8","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/8.md","author":{"name":"Aeschylus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus"},"work":{"title":"Suppliant Women","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7","urn":"urn:cts:greekLit:tlg0085.tlg001"},"verse":true,"words":252,"text":"νῦν ὄπ᾽ ἐμάν, θεοὶ\nΔιογενεῖς, κλύοιτ᾽ εὐ-\nκταῖα γένει χεούσας:\nμήποτε πυρίφατον\nτάνδε Πελασγίαν [πόλιν]\nτὸν ἄκορον βοᾶς,\nκτίσαι μάχλον Ἄρη,\nτὸν ἀρότοις θερί-\nζοντα βροτοὺς ἐν ἄλλοις,\nοὕνεκ᾽ ᾤκτισαν ἡμᾶς,\nψῆφον δ᾽ εὔφρον᾽ ἔθεντο,\nαἰδοῦνται δ᾽ ἱκέτας Διός,\nποίμναν τάνδ᾽ ἀμέγαρτον:\nοὐδὲ μετ᾽ ἀρσένων\nψῆφον ἔθεντ᾽ ἀτιμώ-\nσαντες ἔριν γυναικῶν,\nΔῖον ἐπιδόμενοι\nπράκτορ᾽ ἐπίσκοπον\nδυσπόλεμον, τὸν οὔ-\nτις ἂν δόμος ἔχν\nἐπ᾽ ὀρόφων ἰαί-\nνοιτο: βαρὺς δ᾽ ἐφίζει.\nἅζονται γὰρ ὁμαίμους\nΖηνὸς ἵκτορας ἁγνοῦ.\nτοιγάρτοι καθαροῖσι βω-\nμοῖς θεοὺς ἀρέσονται.\nτοιγὰρ ὑποσκίων\nἐκ στομάτων ποτά-\nσθω φιλότιμος εὐχά,\nμήποτε λοιμὸς ἀνδρῶν\nτάνδε πόλιν κενώσαι:\nμηδ᾽ ἐπιχωρίοις <στάσις>\nπτώμασιν αἱματίσαι πέδον γᾶς.\nἥβας δ᾽ ἄνθος ἄδρεπτον\nἔστω, μηδ᾽ Ἀφροδίτας\nεὐνάτωρ βροτολοιγὸς Ἄ-\nρης κέρσειεν ἄωτον.\n†καὶ γεραροῖσι πρε-\nσβυτοδόκοι γεμόν-\nτων θυμέλαι φλεγόντων.†\nτὼς πόλις εὖ νέμοιτο\nΖῆνα μέγαν σεβόντων,\nτὸν ξένιον δ᾽ ὑπερτάτως,\nὃς πολιῷ νόμῳ αἶσαν ὀρθοῖ.\nτίκτεσθαι δὲ φόρους γᾶς\nἄλλους εὐχόμεθ᾽ αἰεί,\nἌρτεμιν δ᾽ ἑκάταν γυναι-\nκῶν λόχους ἐφορεύειν.\nμηδέ τις ἀνδροκμὴς\nλοιγὸς ἐπελθέτω\nτάνδε πόλιν δαΐζων,\nἄχορον ἀκίθαριν\nδακρυογόνον Ἄρη\nβοάν τ᾽ ἔνδημον ἐξοπλίζων.\nνούσων δ᾽ ἑσμὸς ἀπ᾽ ἀστῶν\nἵζοι κρατὸς ἀτερπής:\nεὐμενὴς δ᾽ ὁ Λύκειος ἔσ-\nτω πάσᾳ νεολαίᾳ.\nκαρποτελῆ δέ τοι\nΖεὺς ἐπικραινέτω\nφέρματι γᾶν πανώρῳ.\nπρόνομα δὲ βοτὰ τὼς\nπολύγονα τελέθοι:\nτὸ πᾶν τ᾽ ἐκ δαιμόνων λάχοιεν.\nεὔφαμον δ᾽ ἐπὶ βωμοῖς\nμοῦσαν θείατ᾽ ἀοιδοί:\nἁγνῶν τ᾽ ἐκ στομάτων φερέ-\nσθω φάμα φιλοφόρμιγξ.\nφυλάσσοι τ᾽ ἀτρεμαῖα τιμὰς\nτὸ δάμιον, τὸ πτόλιν κρατύνει,\nπρομαθὶς εὐκοινόμητις ἀρχά:\nξένοισί τ᾽ εὐξυμβόλους,\nπρὶν ἐξοπλίζειν Ἄρη,\nδίκας ἄτερ πημάτων διδοῖεν.\nθεοὺς δ᾽, οἳ γᾶν ἔχουσιν, αἰεὶ\nτίοιεν ἐγχωρίους πατρῴαις\nδαφνηφόροις βουθύτοισι τιμαῖς.\nτὸ γὰρ τεκόντων σέβας\nτρίτον τόδ᾽ ἐν θεσμίοις\nΔίκας γέγραπται μεγιστοτίμου.","prev":{"citation":"Suppliant Women 7.1","label":"Episode 7","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/7.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/7.1"},"next":{"citation":"Suppliant Women 9","label":"Episode 9","url":"https://interlinea.aeterna-institute.org/library/greek/aeschylus/text-7/9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aeschylus/text-7/9"},"credit":{"text":"Aeschylus, Ἱκέτιδες, ed. Arthur Sidgwick. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0085.tlg001.local001/","quality":"proofread"}}