{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Adversus suffusiones incipientes 1","citation":"Aglaias, Byzantius, Adversus suffusiones incipientes 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0676.tlg001:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aglaias-byzantius/text/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aglaias-byzantius/text/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aglaias-byzantius/text/1.md","author":{"name":"Aglaias, Byzantius","url":"https://interlinea.aeterna-institute.org/library/greek/aglaias-byzantius"},"work":{"title":"Adversus suffusiones incipientes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aglaias-byzantius/text","urn":"urn:cts:greekLit:tlg0676.tlg001"},"verse":true,"words":177,"text":"Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω\nἸητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ,\nὉφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι\nἈρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης.\nΚαί σοι δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ\nΠαρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας.\nὍσσα δʼ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν\nΟἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει.\nἌνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ\nΤοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν·\nΚαὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς\nΠρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις·\nΚαὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους,\nἜνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου·\nἩμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω\nὋς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην·\nΣτῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο\nἌχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν·\nΔιστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης·\nΔιστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ·\nΣὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε\nὉλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός·\nΚαὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα\nΔραχμόθεν ἔστω σοι συγκατακιρνάμενον\nΤετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν\nἘν δαπεδοῖς * Bάκτης, ἀλλὰ διὰ στομάτων.\nΛεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς,\nΤημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον.","prev":null,"next":null,"credit":{"text":"Aglaias, Byzantius, Πρὸς τὰς ἀρχομένας ὑποχύσεις, ed. U. C. Bussemaker. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0676.tlg001.local001/","quality":"proofread"}}