{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"De adfinium vocabulorum differentia 92-101","citation":"Ammonius Grammaticus, De adfinium vocabulorum differentia 92-101","ref":"92","level":null,"urn":"urn:cts:greekLit:tlg0708.tlg001:92-101","url":"https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/92","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ammonius-grammaticus/text/92","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/92.md","author":{"name":"Ammonius Grammaticus","url":"https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus"},"work":{"title":"De adfinium vocabulorum differentia","url":"https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text","urn":"urn:cts:greekLit:tlg0708.tlg001"},"verse":false,"words":282,"text":"βασιλεύς, κοίρανος καὶ ἡγεμὼν διαφέρει. βασιλεύς μὲν γάρ ἐστιν ὁ πατρόθεν ἢ ἀπὸ γένους τὴν ἀρχὴν παραλαβών, κοίρανος δὲ ὁ πρὸς καιρὸν τὸ τοῦ βασιλέως ἔργον ἐπιτελῶν,. οἷος ἦν πρὸ τῆς μήνιδος ὁ Ἀχιλλεύς. ‘ὣς ὅ γε κοιρανέων δίεπε στρατόν’ (Β 207). ἡγεμὼν δέ ἐστιν ὁ τάξεως στρατιωτικῆς ἡγούμενος, ὡς ὁ ποιητής (Γ 1) φησιν ‘αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι’. βάρβαρον καὶ βαρβαρικὸν διαφέρει. βάρβαρον μὲν γάρ ἐστιν ὄνομα τὸ οὐχ Ἑλληνικόν, βαρβαρικὸν δὲ τὸ τῶν. βαρβάρων. βάραθρος καὶ βάραθρον διαφέρει. βάραθρος μὲν γὰρ ὁ βαράθρου ἄξιος ἄνθρωπος, βάραθρον δὲ ὄρυγμά τι Ἀθήνησιν εἰς ὃ τοὺς κακούργους ἐνέβαλλον, ὥσπερ οἱ Λακεδαιμόνιοι τοὺς καταδικαζομένους ἔβαλλον εἰς τὸν κέατον. βααιλεῖα καὶ βασίλεια διαφέρει. προπερισπωμένω μέν γὰρ ἡ βασιλέως ἀρχή, προπαροξυτόνως δὲ ἡ βασιλέως γυνή. βάρις μέν ἐστιν Αἰγύπτιον πλοῖον, λέγεται δὲ καὶ ἡ μεγάλη οἰκία, ὡς ὑπὸ Φιλίππου. βάσανος ἥ τε δοκιμασία καὶ ἡ διὰ τῶν πληγῶν. βασκαίνειν οὐ μόνον τὸ φθονεῖν ἀλλὰ καὶ τὸ συκοφαντεῖν, ὡς Δημοσθένης ἐν τῷ Περὶ στεφάνου (189) ‘ἄν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνουσιν’. βεβλῆαθαι καὶ οὐτᾶσθαι διαφέρει. βεβλῆσθαι μὲν γάρ ἐστι τὸ ἐκ βολῆς τετρῶσθαι καὶ ἐκ τῶν ἐναντίων, οὐτᾶσθαι δὲ τὸ ἐκ χειρὸς τετρῶσθαι· βεβολῶαθαι δὲ τὸ τὴν βο⌞υ⌟λὴν πεπηρῶσθαι ⌞καὶ οἷον πεπλῆχθαι ὑπὸ δυσθυμίας⌟. βιοῦν καὶ ζῆν διαφέρει. βιοῦν μὲν γὰρ ἐπὶ ἀνθρώπων μόνον λέγεται, ζῆν δὲ ἐπὶ ἀνθρώπων καὶ ἀλόγων ζῴων, ἤδη δέ ποτε καὶ ἐπὶ φυτῶν. ζωὴ μὲν γὰρ λέγεται εἶναι χρῆσις ψυχῆς, βίος δὲ ὀλίγη ζωή. βίος ζωῆς διαφέρει. βίος μὲν ἐπὶ τῶν λογικῶν τάσσεται ζῴων, τουτέστιν ἀνθρώπων μόνων, ζωὴ δὲ καὶ ἐπὶ ἀνθρώπων καὶ ἐπὶ τῶν ἀλόγων ζῴων. ἐντεῦθεν Ἀριστοτέλης (fr. om. Rose) τὸν βίον ὡρίσατο οὕτως· ‘βίος ἐστὶ λογικὴ ζωή’. ὁ οὖν ἐπὶ τῶν θηρίων βίον τάσσων ἀκυρολογεῖ.","prev":{"citation":"De adfinium vocabulorum differentia 81-91","label":"81 to 91","url":"https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/81","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ammonius-grammaticus/text/81"},"next":{"citation":"De adfinium vocabulorum differentia 102-112","label":"102 to 112","url":"https://interlinea.aeterna-institute.org/library/greek/ammonius-grammaticus/text/102","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/ammonius-grammaticus/text/102"},"credit":{"text":"Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων, ed. Klaus Nickau. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0708.tlg001.local001/","quality":"proofread"}}