{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 2.310.2","citation":"Anaxagoras, Testimonia 2.310.2","ref":"2.310.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.310.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.310.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.310.2.md","author":{"name":"Anaxagoras","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia","urn":"urn:cts:greekLit:tlg0713.tlg001"},"verse":false,"words":439,"text":"10 φασὶ δ᾽ αὐτὸν προειπεῖν τὴν περὶ Αἰγὸς ποταμοῦς γενομένην τοῦ λίθου πτώσιν, ὃν εἶπεν ἐκ τοῦ ἡλίου πεσεῖσθαι. ὅθεν καὶ Εὐριπίδην, μαθητὴν ὄντα αὐτοῦ, χρυσέαν βῦλον εἰπεῖν τὸν ἥλιον ἐν τῷ Φαέθοντι [FGH fr. 783; vgl. A 204]. ἀλλὰ καὶ εἰς Ὀλυμπίαν ἐλθόντα ἐν δερματίνῳ καθίσαι, ὡς μέλλοντος ὕσειν· καὶ γενέσθαι. πρὸς τε τὸν εἰπόντα, εἰ τὰ ἐν Λαμψάκῳ ὄρη ἔσται ποτὲ θάλαττα, φασὶν εἰπεῖν· ἑὰν γε ὁ χρόνος μὴ ἐπιλίπῃ᾽. ἐρωτηθεὶς ποτε, εἰς τί γεγένηται εἰς θεωρίαν, ἔφη. ἥλιον καὶ σελήνην καὶ οὐρανoῦ. πρὸς τὸν εἰπόντα ἑστερίηθες Ἀθηναίων᾽ οὐ μὲν οὖν, ἔφη, ἀλλ᾽ ἐκεῖνοι ἐμοῦ᾽. (ἰδὼν τὸν Μανυσώλου τάφον ἔφη ἑτάφος πολυτελὴς λελιθωμένης ἐστὶν οὐσίας εἰδῶλον᾽.) 11 πρὸς τὸν δυσφοροῦντα ὅτι ἐπὶ Ξένος τελευταῖ ἑπανταχόθεν, ἔφη, ὁμοία ἐστὶν ἡ εἰς αἰδοῦ καταβάσεις᾽ [vgl. A 344]. δοκεῖ δὲ πρῶτος, καθά φησι Φαβωρίνος ἐν Παντοδαπῇ ἱστορίᾳ [FGH III 581 fr. 26], τὴν Ὀμήρου ποίησιν ἀποφήνασθαι εἶναι περὶ ἀρετῆς καὶ δικαιοσύνης· ἐπὶ πλεῖον δὲ προστήναι τοῦ λόγου Μητρόδωρον τὸν Λαμψακηνόν, γνώριμον ὄντα αὐτοῦ, ὃν καὶ πρῶτον σπουδάσαι τοῦ ποιητοῦ περὶ τὴν φυσικὴν πραγματείαν. πρῶτος δ᾽ Ἀναξαγόρας καὶ βιβλίον ἐξέδωκε συγγραφῆς [?]. φησὶ δὲ Σιληνὸς ἐν τῇ πρώτῃ τῶν Ἰστοριῶν [FGH III 100 fr. 6] ἐπὶ ἄρχοντος Δημώλου [?] λίθον ἐξ οὐρανοῦ πεσεῖν· 12 τὸν δ᾽ Ἀναξαγόραν εἰπεῖν ὡς ὅλος ὁ οὐρανὸς ἐκ λίθων συγκέοιτο· τῇ σφοδρᾷ δὲ περιδινήσει συνεστάναι καὶ ἀνεθέντα κατενεχθήσεσθαι. περὶ δὲ τῆς δίκης αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γὰρ φησὶν ἐν τῇ Διαδοχῇ τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας κριθῆναι, διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον· ἀπολογήσαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυρος δ᾽ ἐν τοῖς Βίοις [FGH III 163 fr. 14] ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι τὴν δίκην, ἀντιπολιτευομένου τῷ Περικλεῖ· καὶ οὐ μόνον ἀσεβείας, ἀλλὰ καὶ μηδισμοῦ· καὶ ἅποντα καταδικασθῆναι θανάτῳ. 13 ὥτε καὶ ἀμφοτέρων αὐτῷ προσαρχελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα ἑκάκεινον κάμοῦ πάλαι ἡ φύσις κατεψηφίσato᾽, περὶ δὲ τῶν παίδων, ὅτι ἑἱδεὶν αὐτοὺς θνητοὺς γέννησας᾽. (οἱ δ᾽ εἰς Σόλωνα τοῦτο ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα.) τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημητρίος φησὶν ὁ Φαληρεὺς ἐν τῷ Περὶ γήρων. Ἑρμῖππος δ᾽ ἐν τοῖς Βίοις [FGH III 43 fr. 31] φησὶν, ὅτι καθείρθη ἐν τῷ δεσμοτηρίῳ τεθνηκώς. Περικλῆς δὲ παρελθὼν εἶπεν, εἰ τὶ ἔχουσιν ἐγκáleiv αὐτῷ κατὰ τὸν βίον· οὐδὲν δὲ εἰπόντων ἑκαὶ μὴν ἐγώ, ἔφη. τοῦτο μαθητῆς εἰμι· μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνετε τὸν ἄνθρωπον. ἀλλ᾽ ἐμοὶ πεισθέντες ἀφετε᾽. καὶ ἀφέθη᾽. οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν αὐτὸν ἐξῆγαγεν. 14 Ἱερώνυμος δ᾽ ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων [fr. 9 Hill.] φησὶν, ὅτι ὁ Περικλῆς παρήγαγεν αὐτὸν ἐπὶ τὸ δικαστήριον, διερρυηκότα καὶ λεπτὸν ὑπὸ νόσου, ὥστε ἐλέειν μᾶλλον ἢ κρίσει","prev":{"citation":"Testimonia 2.310.1","label":"2.310.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.310.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.310.1"},"next":{"citation":"Testimonia 2.311.1","label":"2.311.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.311.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.311.1"},"credit":{"text":"Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000201","quality":"ocr"}}