{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Testimonia 2.322.6","citation":"Anaxagoras, Testimonia 2.322.6","ref":"2.322.6","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.322.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.322.6","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.322.6.md","author":{"name":"Anaxagoras","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras"},"work":{"title":"Testimonia","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia","urn":"urn:cts:greekLit:tlg0713.tlg001"},"verse":false,"words":332,"text":"69 [ARIST.] probl. xvi 8. 914b9 τῶν περὶ τὴν κλεψύδραν συμβαινόντων τὸ μὲν ὅλον ἔοικεν εἶναι αἴτιον καθάπερ Ἄ. λέγει· ὁ γὰρ ἀήρ ἔστιν αἴτιος ἐναπολαμβανόμενος ἐν αὐτῇ τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ ἐπιληφθέντος τοῦ αὐλοῦ, οὐ μὴν ἀπλῶς γε αἴτιος· κἂν γὰρ τις αὐτὴν πλαγίαν ἐνθῇ εἰς τὸ ὕδωρ ἐπιλαβὼν τὸν αὐλόν. εἴσεισι τὸ ὕδωρ. διόπερ οὐ λέγεται ὑπ’ αὐτοῦ ἰκανῶς, ἥ αἰτίον ἔστιν. ἔστι δὲ αἴτιον μὲν, καθάπερ εἴρηται, ὁ ἀήρ· οὗτος δὲ ὑποθούμενος τε καὶ καθ’ ἑαυτὸν φερόμενος καὶ μὴ βιαζόμενος ἐπ’ εὐθείας πέφυκε φέρεσθαι καθάπερ καὶ ἄλλα στοιχεῖα· πλαγίας μὲν οὖν βαρείσης τῆς κλεψύδρας διὰ τῶν ἐναντίων τοῖς ἐν τῷ ὕδατι τρυπημάτων ἐπ’ εὐθείας μένων ὑπὸ τοῦ ὕδατος ἐξέρχεται, ὑποχωροῦντος δὲ αὐτοῦ τὸ ὕδωρ εἰσέρχεται· ὀρθῆς δὲ εἰς τὸ ὕδωρ βαρείσης τῆς κλεψύδρας οὐ δυνάμενος πρὸς ὀρθὴν ὑποχωρεῖν διὰ τὸ πεφράχθαι τὰ ἄνω μένει περὶ τὰ πρῶτα τρυπήματα. σάπτεσθαι γὰρ εἰς αὐτὸν οὐ πέφυκεν. σημεῖον δ’ ἔστι τοῦ εἴργειν δύνασθαι τὸ ὕδωρ ἀκινητίζοντα τὸν ἄερα τὸ ἐπ’ αὐτῆς γινόμενον τῆς κλεψύδρας. ἐὰν γὰρ τις αὐτῆς αὐτὴν τὴν κυδιάν ἐμπλήσας ὕδατος ἐπιλαβὼν τὸν αὐλόν, καταστρέψαι ἐπὶ τὸν αὐλόν, οὐ φέρεται τὸ ὕδωρ διὰ τοῦ αὐλοῦ ἐπὶ στόμα. ἀνοιχθέντος δὲ τοῦ στόματος οὐκ εὐθὺς ἐκρεῖ κατὰ τὸν αὐλόν, ἀλλὰ μικροτέρω ὕστερον ὡς οὐκ ὄν ἐπὶ τῷ στόματι τοῦ αὐλοῦ. ἀλλ’ ὕστερον διὰ τοῦτο φερόμενον ἀνοιχθέντος, πλήρους τε καὶ ὀρθῆς οὖσης τῆς κλεψύδρας ἀνοιχθέντος τοῦ αὐλοῦ εὐθὺς ῥεῖ διὰ τοῦ ἡμοῦ διὰ τὸ ἐκείνου μὲν ἄπτεσθαι, τῶν δὲ ἄκρων τοῦ αὐλοῦ μὴ ἄπτεσθαι. οὐκ εἰσέρχεται μὲν οὖν τὸ ὕδωρ εἰς τὴν κλεψύδραν διὰ τὴν προειρημένην αἰτίαν, ἐξέρχεται δὲ ἀνοιχθέντος τοῦ αὐλοῦ διὰ τὸ τὸν ἐν αὐτῷ ἄερα κινούμενον ἄνω καὶ κάτω πολλὴν κένωσιν ποιεῖν τοῦ ἐν τῇ κλεψύδρᾳ ὕδατος. ὑποθούμενον δὲ κάτω καὶ αὐτὸ ῥέπον εἰς αὐτὸ εἰκότως ἐκρεῖ, βιαζόμενον τὸν ἐκτὸς (915a) τῆς κλεψύδρας ἄερα κινούμενον τε καὶ ὄντα ἴσον τῇ δυνάμει τῷ ἐπιθοῦντι αὐτὸν ἀέρι, τῇ δὲ ἀντερείσει ἀσθενέστερον ἐκείνου διὰ τὸ διὰ στενοῦ αὐτὸν τοῦ αὐλοῦ ῥέοντα θάττον καὶ σφοδρότερον ῥεῖν καὶ προσπίπτειν τῷ ὕδατι· τοῦ δὲ πωμασθέντος.","prev":{"citation":"Testimonia 2.322.5","label":"2.322.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.322.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.322.5"},"next":{"citation":"Testimonia 2.323.1","label":"2.323.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxagoras/testimonia/2.323.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxagoras/testimonia/2.323.1"},"credit":{"text":"Anaxagoras, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000201","quality":"ocr"}}