{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 22","citation":"Anaxilas, Fragmenta 22","ref":"22","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxilas/fragmenta/22","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxilas/fragmenta/22","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anaxilas/fragmenta/22.md","author":{"name":"Anaxilas","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxilas"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxilas/fragmenta","urn":"urn:cts:greekLit:tlg0406.tlg001"},"verse":false,"words":239,"text":"ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὐ γένος τίς ἂν δύναιτο παρανομοώτερον φράσαι; τίς γὰρ ἡ δραΐκαιν’ ἄμικτος, ἡ Χίμαιρα πύρπνοος, ἡ Χάρυβδις, ἡ τριχράνος Σκύλλα, ποντία κνῶν, Σφίγξ, ὕδρα, λέαιν’, ἔχιδνα, πτηνὰ θ’ Ἀρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφίκται τοῦ καταπτύστου γένους; οὐκ ἔνεσθ’, αὐταὶ δ’ ἀπάντων ὑπερέχουσι τῶν κακῶν. ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγρύνα, ἥτις ὥσπερ ἡ Χίμαιρα πυροπολεῖ τοὺς βαρβάρους. εἰς μόνος δ’ ἵππεύς τις αὐτῆς τὸν βίον παρεῖλετο· πάντα τὰ σκεύη γὰρ ἕλκων φῆκε’ ἐκ τῆς οἰκίας. οἱ Σινώπη δ’ αὐ συνόντες οὐχ ὕδρα σύνεισι νῦν; γραὺς μὲν αὐτή, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον· ὡστ’ ἀπαλλαγείσιν αὐτῆς ἔστι διπλάσιον κακόν. ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύ’ ἀποπνίζασ’ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλ’ ἐξέπεσε πορθμὶς ἐλατίνῳ πλάτῃ. ἡ δὲ Φρόνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τὸν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει; ἡ Θειανὼ δ’ οὐχὶ Σειρὴν ἔστιν ἀποτετιλμένη; ·βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχον. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἱ λαλοῦσ’ ἅπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνίγμοις τισίν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σῦνεισιν ἡδέως. εἶτα τετράπους μοι γένοιτο, φησί, τήνπρος ἡ θρόνος· εἶτα δή τρείπους τις, εἶτα, φησί, παιδίσκη δίπους. εἴθ’ ὁ μὲν γνοὺς ταῦτ’ ἀπήλθεν εὐθὺς ὡσπερ Οἰδίπους, οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος. οἱ δ’ ἐρῶνται προσδοκῶντες εὐθὺς εἰσιν ἡρμένοι, καὶ φέρονθ’ ὑψὸ πρὸς αἰῦραν. συντεμόντι δ’ οὐδὲ ἐν ἔσθ’ ἑταίρας ὅσα περ ἔστι θηο’ ἐξωλέστερον.","prev":{"citation":"Fragmenta 10-21","label":"10 to 21","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxilas/fragmenta/10","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxilas/fragmenta/10"},"next":{"citation":"Fragmenta 23-31","label":"23 to 31","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxilas/fragmenta/23","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxilas/fragmenta/23"},"credit":{"text":"Anaxilas, Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000205","quality":"ocr"}}