{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 1","citation":"Anaxippus, Fragmenta 1","ref":"1","level":null,"urn":"urn:cts:greekLit:tlg0407.tlg002:1","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxippus-comic/fragmenta/1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxippus-comic/fragmenta/1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anaxippus-comic/fragmenta/1.md","author":{"name":"Anaxippus","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxippus-comic"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxippus-comic/fragmenta","urn":"urn:cts:greekLit:tlg0407.tlg002"},"verse":true,"words":293,"text":"Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος\nἐγένονθ' ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης·\nἐδίδασκε δ' αὐτοὺς Σικελιώτης Λάβδακος.\nοὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα\nἀρτύματ' ἐξήλειψαν ἐκ τῶν βιβλίων,\nκαὶ τὴν θυΐαν ἠφάνισαν ἐκ τοῦ μέσου,\nοἷον λέγω κύμινον, ὄξος, σίλφιον,\nτυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν\nἐχρᾶτο, πάντ' ἀφεῖλον εἶναί θ' ὑπέλαβον\nτὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον.\nαὐτοὶ δ' ἔλαιον καὶ λοπάδα καινήν, πάτερ,\nπῦρ τ' ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον\nἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές.\nοὗτοί τε πρῶτον δάκρυα καὶ πταρμὸν πολύν\nἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον,\nτῶν τ' ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους.\nὁ μὲν οὖν Ῥόδιος πιών τιν' ἅλμην ἀπέθανεν.\nπαρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. μάλ' εἰκότως.\nὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει,\nἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος.\nκαὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα\nσπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ,\nἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν.\nΑ. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία\nἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην.\nοὐδὲν χονδρεύουσι διαφέρω τ' Ἀσπενδίου.\nγεύσω δ', ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων.\nοὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα.\nτεταγμέν' εὐθύς ἐστι μοι πρὸς τὸν βίον·\nἕτερ' ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις\nκαὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην\nἔχον πατρῴαν οὐσίαν κατεσθίει·\nτούτῳ παρέθηκα σηπίας καὶ τευθίδας\nκαὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων,\nἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα·\nὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός,\nπρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ' ἔχων.\nτῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας·\nἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν\nἔστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον·\nὅταν ἐγγὺς ᾖ δ' ὅδ' ὕστερος, ἀρτύω φακῆν,\nκαὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ.\nτὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει,\nνωθρότερα πολλῷ δ' ἐστὶν ἢ τὰ τῶν νέων.\nσίναπι παρατίθημι τούτοις, καὶ ποιῶ\nχυλοὺς ἐχομένους δριμύτητος, τὴν φύσιν\nἵνα διεγείρας πνευματῶ τὸν ἀέρα.\nἰδὼν τὸ πρόσωπον γνώσομ' οὗ ζητεῖ φαγεῖν\nἕκαστος ὑμῶν.","prev":{"citation":"Fragmenta Fragment tit","label":"Play Egk","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxippus-comic/fragmenta/Fragment%20tit","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxippus-comic/fragmenta/Fragment%20tit"},"next":{"citation":"Fragmenta Fragment tit-2-1","label":"Play Epi, lines Fragment tit-1","url":"https://interlinea.aeterna-institute.org/library/greek/anaxippus-comic/fragmenta/Fragment%20tit-2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anaxippus-comic/fragmenta/Fragment%20tit-2"},"credit":{"text":"Anaxippus Comic., Fragmenta. Text: CLLG Freed Corpus (Inria), via The Greek Library, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0407.tlg002.local001/","quality":"proofread"}}