{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ὑπόθεσις τῆς βίβλου τῶν Πράξεων 19","citation":"Anonymi In Acta Apostolorum, Ὑπόθεσις τῆς βίβλου τῶν Πράξεων 19","ref":"19","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-2/19","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-in-acta-apostolorum/text-2/19","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-2/19.md","author":{"name":"Anonymi In Acta Apostolorum","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum"},"work":{"title":"Ὑπόθεσις τῆς βίβλου τῶν Πράξεων","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-2","urn":"urn:cts:greekLit:oga001516.ogc003942"},"verse":false,"words":269,"text":"ματα ἐξέβαλε, καὶ χωλοὶ καὶ παραλελυμένοι ἐθεραπεύθησαν ὑπ´ αὐτοῦ. ζʹ. Παῦλος ἐγγίζων τῇ Δαμασκῷ εἶδεν ὀπτασίαν, καὶ εὐθὺς γέγονεν εὐαγγελιστής. ηʹ. Πέτρος ἐν Λύδδῃ Αἰνείαν τὸν παραλυτικὸν ἀπ´ ἐτῶν λς´ ἐν κραββάτῳ ἀνακείμενον ἐθεράπευσεν. θʹ. Πέτρος ἐν Ἰώππῃ τὴν ἀποθανοῦσαν Δορκάδα τὴν καὶ Ταβηθὰν, εὐξάμενος ἤγειρεν ἐκ νεκρῶν. ιʹ. Πέτρος τὸ ἐξ οὐρανοῦ σκεῦος καθιέμενον πλῆρες παντὸς ζώου ἑώρακεν αʹ. Πέτρος τηρούμενος καὶ δεδεμένος ἐν τῇ φυλακῇ, ὑπὸ ἀγγέλου ἀπελύθη, μὴ εἰδότων τῶν στρατιωτῶν· καὶ ὁ Ἡρώδης σκωληκόβρωτος ἐξέψυξε. ιβʹ. Ἐν Κύπρῳ ἐπετίμησεν ὁ Παῦλος τῷ μάγῳ ἠ Ἐλύμα, καὶ ἐγένετο τυφλὸς αὐτὸς ὁ μάγος. ιγʹ. Παῦλος ἐν Λύστροις χωλὸν ἐκ γενετῆς ὄντα ἐθεράπευσεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου. ιδʹ. Παῦλος ἀπὸ ὀπτασίας εἰς Μακεδονίαν ἐκλήθη. ιεʹ. Παῦλος γυναῖκα ἔχουσαν πνεῦμα Πύθωνος ἐκαθάρισεν ἐν Φιλίπποις. ιϛʹ. Παῦλος καὶ Σόλας εἰς φυλακὴν ἐκλήθησαν, καὶ ἠσφαλισμένους εἶχον τοὺς πόδας ἐν τῳ ξύλῳ. Ἐν δὲ τῷ μεσονυκτίῳ σεισμὸς γέγονε καὶ ἐλύθη αὐτῶν τὰ δεσμά. ιζʹ. Ἀπο τοῦ χρωτὸς Παύλου ἀνέφερον σουδάρια ἐπὶ τοὺς ἀσθενοῦντας καὶ δαιμονιῶντας, καὶ ἐθερα- πευοντο ιηʹ. Παῦλος ἐν Τρῳάδι πεσόντα Εὔτυχον ἀπὸ τῆς θυρίδος, καὶ ἀποθανόντα ἤγειρε λέγων· Ἡ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν ιθʹ. Ὡς ἔπλευσεν ἐπὶ Ῥώμην ὁ Παῦλος, ἐχειμάσθησαν αὐτὸς καὶ οἱ μετ´ αὐτοῦ πάντες οἱ ἐν τῷ πλοίῳ, νυχθήμερα δεκατέσσαρα· πάντων δὲ προσδοκώντων ἀποθανεῖν, ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ τῷ Παύλῳ, ὅτι, Διὰ σὲ κεχάρισμαι τούτοις τὸ ζῇν, καὶ ἐσώθησαν. κʹ Ἐεελθόντα τὸν Παῦλον ἀπὸ τοῦ πλοίου ἔχις Κδακεν. Καὶ οἱ μὲν πάντες ἐνόμιζον αὐτὸν γίνεσθαι νεκρόν· ὡς δὲ ἀπαθής ἔμεινεν, ἐνόμισαν αὐτὸν εἶναι Θεόν. καʹ. Τὸν πατέρα τοῦ Ποπλίου ἐν τῇ νήσῳ, δυσεντερίᾳ συνεχόμενον, χειροθετήσας ἰάσατο ὁ Παῦλος, χκαὶ ἄλλους πολλοὺς ἀσθενοῦντας ἐθεράπευσεν.","prev":{"citation":"Ὑπόθεσις τῆς βίβλου τῶν Πράξεων 18","label":"18","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-2/18","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-in-acta-apostolorum/text-2/18"},"next":null,"credit":{"text":"Anonymi In Acta Apostolorum, Ὑπόθεσις τῆς βίβλου τῶν Πράξεων. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003942","quality":"ocr"}}