{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Ὑπόθεσις τῶν Πράξεων τῶν ἀποστόλων (καὶ ἄλλως) 20","citation":"Anonymi In Acta Apostolorum, Ὑπόθεσις τῶν Πράξεων τῶν ἀποστόλων (καὶ ἄλλως) 20","ref":"20","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-3/20","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-in-acta-apostolorum/text-3/20","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-3/20.md","author":{"name":"Anonymi In Acta Apostolorum","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum"},"work":{"title":"Ὑπόθεσις τῶν Πράξεων τῶν ἀποστόλων (καὶ ἄλλως)","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-in-acta-apostolorum/text-3","urn":"urn:cts:greekLit:oga001516.ogc003943"},"verse":false,"words":340,"text":"Εἰκαὶ Πράξεις τὸ βιβλίον ἐπιγέγραπται τῶν ἀποστόλων, ἀλλ´ ὡς ἐπὶ τὸ πολὺ τὰς τοῦ Παύλου περιέχει, ἃς καὶ ὁ Λουκᾶς ἀκριβῶς ἐγίνωσκε, ἅτε καὶ σννέκδημος αὐτῷ γεγονὼς καὶ ὁμοδίαιτος, καὶ πολλοῖς αὐτῷ τοῖς ἀναγκαίοις ὑπηρετησάμενος. Ἀναγκαίως δὲ ἀπὸ τῶν ἄλλων ἀποστόλων ἤρξατο πράξεων. Οὐδὲ γὰρ ἦν ἄλλως τὴν κατὰ τὸν Παῦλον ἱστορίαν ἀκριβῶσαι, μὴ τῆς τῶν ἀποστόλων προτεθειμένης. Εοῦ γὰρ τὸ πρὸ τοῦ προσελθεῖν τῷ κηρύγματι Παῦλον ὡμὸν αὐτοῦ καὶ θηριῶδες πρὸς τοὺς μαθητὰς διεφάνη; καὶ ἡ πρὸς τὸν ἀνεψιὸν αὐτοῦ Στέφανον ἐπὶ τῇ ἀναιρέσει τούτου συνευδοκίᾳ; καὶ ἡ ἀπροσδόκητος αὐτοῦ κλῆσις καὶ ἐπιστροφὴ πρὸς τοὺς διωκομένους τέως; καὶ ὁ ὑπὲρ τῶν διωκομένων κίνδυνος; ἃ καὶ ὑπέκνιζε διὰ βίου τοὺς Ἰουδαίους, καὶ μανιωδῶς λυττᾶν αὐτῷ κατηνάγκαζεν. Οὐκ ἄν τι τούτων ἡμῖν ἔγνωστο, μὴ τῆς τῶν ἀποστόλων προλαβούσης ἱστορίας. Ἄλλως τε καὶ εἰ ἀπ´ αὐτοῦ ἡρξατο Παύλου, πάντως ἀνάγκη χρήσασθαι παρεκβάσει, πρὸς τὸ διδάξαι τὰ ἐπ´ αὐτῷ συμβάντα. Καὶ οὖτως ὁ τῆς διηγήσεως ἀνεκόπτετο λόγος, πολλοῖς ἐπιφορτιζόμενος. Ὧν ἐκτὸς, οὐδὲν ἦν σαφὲς περὶ Παύλου λεγόμενον. Ἵν´ οὖν εὐσύνοπτον καὶ ἀνεπαχθῆ τὸν περὶ αὐτοῦ ποιήσηται λόγον, ἤρξατο μὲν ἀπὸ τοῦ κοινοῦ τοῦ περὶ τῶν ἀποστόλων λόνου Ἐπεὶ δὲ ποῦ ήχθη εἰς τὸν περὶ τοῦ Παύλου, γέγονε τὸ ἀπὸ τοῦδε ἑαυτοῦ ὁ Λουκᾶς σκοποῦ, καὶ τὸν περὶ τῶν ἄλλων ἀφεὶς λόγον, ἔχεται μόνου τοῦ ἐξ ἀρχῆς. Οὐκ ἔγραψε δὲ καὶ τὸ τέλος Παύλου, καὶ τὴν ἐκ δευτέρου αὐτοῦ πρὸς Νέρωνα ἀπαγωγὴν, καίτοι συνῆν καὶ τότε Παύλῳ, αὐτοῦ γράφοντος Παύλου, ὅτι, «Λουκᾶς ἐστι μόνος μετ´ αὐτοῦ,» ἢ ὅτιοὐ προὔκειτο αὐτῷ ἱστορίαν δι´ ὅλου πονεῖν, ἀλλ´ ὅσον μόνον ἐνδείξασθαι τὴν πρὸς τὸν Χριστὸν αὐτοῦ προσαγωγὴν, καὶ ὅσα κατήπειγεν, Ἡ οὐκ ἔσχε καιρὸν πρὸς τὸ πέρας ἐπιθεῖναι τῇ ἑξ ἀρχῆς προθεσει. Πολὺς γὰρ ὁ παρὰ τῶν διωκτῶν ἐπικείμενος τοῖς τοῦ Κυρίου κατ´ ἀρχὰς τάραχος. Εἰ καὶ τῶν ἀποστόλων δὲ κατ´ ἀρχὰς ἐπαγγέλλεται τὸ παρὸν βιβλίον ἱστορῆσαι τὰς Πράξεις, ὡς ἄνω ἐμνήσθημεν. ἀλλὰ τοῦ ἁγίου Πνεύματος, σαφέστερον ἐρεῖν, ἐν τούτῳ περιέχονται. Ἄμα γὰρ τῷ ἐνδημῆσαι τοῖς ἀποστόλοις, ὅσα δι´ αὐτῶν παράδοξα ἐπετελέσθη, διὰ τοῦ βιβλίου τούτου γινώσκομεν, τοῦ Πνεύματος δηλαδὴ δι´ αὐτῶν ταῦτα ποιοῦντος. Ἀλλὰ καὶ τῶν","prev":null,"next":null,"credit":{"text":"Anonymi In Acta Apostolorum, Ὑπόθεσις τῶν Πράξεων τῶν ἀποστόλων (καὶ ἄλλως). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003943","quality":"ocr"}}