{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Λόγοι δύο 584.22-32","citation":"Anonymi Logoi Duo, Λόγοι δύο 584.22-32","ref":"584.22","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/584.22","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/584.22","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/584.22.md","author":{"name":"Anonymi Logoi Duo","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo"},"work":{"title":"Λόγοι δύο","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text","urn":"urn:cts:greekLit:oga001512.ogc003924"},"verse":false,"words":324,"text":"εἰ δὲ τὸν μὲν Θεὸν λέγοιεν ἄκτιστον εἶναι, μηδὲ γὰρ ἀνασχέσθαι ποτ´ ἄν αὐτοὺς κτίσματί γε λατρεύειν, τὴν δὲ θεότητα αὐτοῦ κτιστὴν πεφυκέναι, ἀπὸ γὰρ τῆς ἐνεργείας ἑκάστην οὐσίαν χαρακτηρίζεσθαί φασιν οἱ θεολόγοι Πατέρες, τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς, πρὸς τῳ ἀδυνάτῳ τοιγαροῦν, ὅπερ ἔφην, ἰδοὺ καὶ θεῶν ὄχλος καὶ ἡ κάκιστ´ ἀπολουμένη τῆς πολυθεΐας εἴσοδος αὖθις, καὶ ὁ Ἑλληνικὸς λῆρος, ὃν αὐτοὶ συκοφαντοῦντες ἐγράψαντο πάλαι τὴν Χριστοῦ Ἐκκλησίαν. Λύο καὶ γὰρ, ὥς φασι, δοξάζουσι καὶ προσκυνοῦσιν, οὐ καθ´ ὑπόστασιν διαφέροντα. Κατὰ τοῦτον καὶ γὰρ τὸν λόγον οὐ δύο μόνον, ἀλλὰ καὶ τρία προσκυνοῦμεν οἱ εὐσεβεῖς, τὸν Πατέρα δηλονότι καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλὰ δύο προσκυνοῦσιν, ὅπερ εἰπομεν, κατ´ αὐτὸ τὸ εἶναι, ἀλλήλων ἀπεξενωμένα καὶ διαφέροντα. Τοῦτο καὶ γάρ ἐστι τὸ κτιστὸν καὶ τὸ ἄκτιστον. Καὶ πρὸς τῇ πολυαρχίᾳ οὐδὲ τὴν τῆς κτίσεως λατρείαν, ὡς αὐτοί φασιν αὖθις, ἐκφεύγουσι, τὸν μὲν Θεὸν πρεσβεύοντες ἄκτιστον, κτιστὴν δὲ τὴν αὐτοῦ θεότητα. Εἰ δὲ λέγοιεν μὴ ταύτην εἶναι τοῦ Θεοῦ τὴν θεότητα, εἴναι γὰρ κακείνην φαμὲν ἄκτιστον, ἄλλην δὲ ταύτην εἶναι θεότητα κτίσμα τε Θεοῦ πεφυκυῖαν, καὶ πρὸς Θεοῦ χορηγουμένην τοῖς δεομένοις, πάλιν οὕτως ἐπερωτάσθωσαν· Καὶ εἰ οὐκ ἔστιν ἡ θεότης ἐκείνη, σοφώτατοι, τοῦ Θεοῦ ὡς θεότης, κατὰ τὸν ὑμέτερον λόγον, ἀλλ´ ὡς κτίσμα, τίνος ἄλλου Θεοῦ ἐστιν; Ἢ καὶ Θεὸν ἕτερον ἔκτισεν ὁ πάντων Θεὸς, κἀκείνου τοῦ κτιστοῦ Θεοῦ ἐστι καὶ ἡ κτιστὴ αὕτη θεότης. Καὶ εἰ τοῦθ´ οὕτως ἔχει, ἰδοὺ κατ´ αὐτοὺς πάλιν οὐκ Ἄρειος καὶ Εὐνόμιος μόνον καὶ ἡ κατ´ ἐκείνους ἐπανίσταται πονηρὰ συμμορία, ἀλλὰ καὶ θεῶν ἅμα καὶ θεοτήτων εἰσάγεται σμῆ ος, ἀκτίστων τε καὶ κτιστῶν. Καίτοι γε εἰ κατ´ αὐτὴν ταύτην, εἰπὲ, τὴν θεότητα τῷ Θεῷ ἑνοῦνται οἱ ἄγιοι, αὐτῇ γάρ ἐστιν ἡ θέωσις, τὸ θεοποιὸν δῶρον, ἣν δὴ καὶ αὐτοθεότητα καὶ θεαρχίαν ἀλλαχοῦ φησι καὶ ἀγαθαρχίαν ὁ αὐτὸς θεολόγος, ης οἱ θεούμενοι μετέχοντες, κατὰ χάριν ἑνοῦνται τῷ μόνῳ κατὰ φύσιν Θεῷ, καὶ θείας κοινωνοὶ φύσεως, καὶ θτοὶ, κατὰ τὸ εἰρημένον, ἀποτελοῦνται,","prev":{"citation":"Λόγοι δύο 584.11-21","label":"584.11 to 584.21","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/584.11","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/584.11"},"next":{"citation":"Λόγοι δύο 585.1-16","label":"585.1 to 585.16","url":"https://interlinea.aeterna-institute.org/library/greek/anonymi-logoi-duo/text/585.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/anonymi-logoi-duo/text/585.1"},"credit":{"text":"Anonymi Logoi Duo, Λόγοι δύο. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.","license":"CC BY 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by/4.0/","source":"https://opengreek.org/read/ogc003924","quality":"ocr"}}