{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Fragmenta 10.1-23","citation":"Antimachus, Fragmenta 10.1-23","ref":"10.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/10.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/10.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/10.1.md","author":{"name":"Antimachus","url":"https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic"},"work":{"title":"Fragmenta","url":"https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2","urn":"urn:cts:greekLit:tlg0239.tlg001"},"verse":false,"words":294,"text":"δὲ ἕνιοι. Τηρίς, θυγάτηρ Ζευξίππης· ὡς δὲ ὁ τῶν Νόστων ποιητής, Γέτις. τινὲς δὲ τὸ δοῦλης κύριον φασὶ διὰ τὸ μηδέποτε οὕτω λέγειν τὸν ποιητὴν τὴν θεραπαι- ναν.²) Ἡ δὲ Ὀμήρου ποίησις ἢ ἐς Ὀδυσσέα καὶ ἡ Μινυὰς τε καλουμένη καὶ οἱ Νόστοι. μνήμη γὰρ ἐν ταύταις καὶ Ἀἰδου καὶ τῶν ἐκεῖ δει- μάτων ἐστίν, ἵνασιν οὐδένα Εὐρύνομον δαίμονα. Ἔστι δὲ πεποιημένα ἐν Νόστοις Μινύου μὲν τὴν Κλυμένην θυγατέρα εἶναι, γῆμασθαι δὲ αὐτὴν Κεφάλῳ τῷ Ἀρίστος καὶ γενέσθαι σφίσιν Ἰφικλον παῖδα. πεποιημένα ἐστὶν ἐν Νόστοις ἀπελθεῖν μὲν παρθένον ὡς δὲ ὁ τῶν Νόστων ποιητής, τὸ δοῦλης κύριον ὄνομα· φασὶ δὲ μηδέποτε λέγειν τ. π. δοῦλὴν θεραπαινᾶν. Γέτης) ἐκαλεῖτο ἡ γυνὴ τοῦ Φιλίππου τοῦ ἐτι ἐξ ἀνθρώπων, θυγατέρα δὲ αὐτὴν εἶναι Προίτου τοῦ Θερσάνδρου, τὸν δὲ εἶναι Σισύφον. Αὐτίκα δ᾽ Αἴσονα θῆκε φίλον κόρον ἡβῶντα, γῆρας ἀποξύσας᾽ εἰδυήσι πραπίδεσσι, φάρμακα πόλλ᾽ ἔψους᾽ ἐνὶ χρυσείοισι λέβησιν. Φερεκύδης δὲ καὶ Σιμωνίδης φασὶν ὡς ἡ Μήδεια ἀνεψήσασα τὸν Ἴασονα νέον ποιήσειε. περὶ δὲ τοῦ πατρὸς αὐτοῦ Αἴσονος ὁ τοὺς Νόστους ποιήσας φησὶν οὕτως „αὐτίκα λέβησι“. Ταύτην τὴν Ἀντιόπην Πίνδαρος μὲν φησὶν ὑπὸ Πειρίθου καὶ Θησέως ἀρπασθῆναι, Τροϊζηνίῳ δὲ Ἠγίᾳ¹) τοιάδε ἐς αὐτὴν πεποίηται· Ἠρακλέα Θημίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμάδοντι ἐλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν Ἀντιόπην, στρατεύσαι γὰρ ἅμα Ἠρακλεῖ καὶ Θησέα, παραδοῦναι τὸ χωρίον. τάδε μὲν Ἠγίας πεποίηκεν. Δῶρα γὰρ ἀνθρώπων νοῦν ἧπαξεν ἢδὲ καὶ ἔργα. Ἀντιμάχου τε τοῦ Τηίου εἰπόντος· ἐκ γὰρ δώρων πολλὰ κάκ’ ἀνθρώποισι πέλονται, Ἀνγίας¹) ἐποίησε· „δῶρα ἔργα“. Ὁ δὲ τοὺς νόστους ποιήσας Κολοφώνιος Τηλέμαχον μὲν φησι τὴν Κίρκην ὑστερον γῆμαι, Τηλέγονον δὲ τὸν ἐκ Κίρκης ἀντιγῆμα Πηνελόπην.²) φιλήδονον δ’ οἱ ποιηταὶ καὶ τὸν ἀρχαῖον φασι γενέσθαι Τάνταλον. ὁ γοῦν τὴν τῶν Ἀτρεϊδῶν ποιήσας κάθοδον ἀφισόμενον αὐτὸν λέγει πρὸς τοὺς θεοὺς καὶ συνδιατρίβοντα ἐξουσίας τυχεῖν παρὰ τοῦ Διὸς αἰτήσεσθαι ὅπου ἐπιθυμεῖ.","prev":{"citation":"Fragmenta 9.25-49","label":"9.25 to 9.49","url":"https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/9.25","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/9.25"},"next":{"citation":"Fragmenta 10.24-38","label":"10.24 to 10.38","url":"https://interlinea.aeterna-institute.org/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/10.24","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/antimachus-eleg-et-epic/fragmenta-2/10.24"},"credit":{"text":"Antimachus Eleg. et Epic., Fragmenta. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000265","quality":"ocr"}}