{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 129.1","citation":"Aristaenetus, Epistulae 129.1","ref":"129.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/129.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/129.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/129.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":390,"text":"δ' Ἔτεὶ ἔοκει σοι πυθάνεσθαι περὶ Κλεοκράτους ὅστις ἐστιν ὁ Κλεοκράτης, ἄκουε· παῦση γὰρ οὐ προῖκα πολυπραγμονῶν, οὐδ' ἄπει πρὶν μακρὰς ἀκούσαι διηγήσεως. τὸ μὲν γὰρ γένος ἐστὶν ἀπάντων ἀνδρῶν Ἑλλήνων οὐκ ἐν ἀφανεστάτοις, Ἀρίφρονα τὸν ἐκ Δαμαγήτου εἰ πού πυθάνοιο, ὃν καὶ ὁ μέγας αἱρεῖ Πίνδαρος. (2) ἀλλ' ὅπως μὴ γέλωτα ὁρλισκάνης ζητῶν ὅστις ἐστιν ὁ Πίνδαρος. τοῦτὶ μὲν γὰρ οἶμαι ὅτι καὶ παρὰ Μαντίᾳ τῷ γραμματιστῇ ἄμα ἐμοὶ ποτε ἔμαθες τὸ γράμμα· καὶ εἰ μηδενὸς ἐτι τῶν παρὰ Μαντία μνημονεύεις, ἐν γοῦν ταῖς ἐκκλησίαις Μελανώπου ἐκάστοτε ἀκούεις λέγοντος « ὦ ταἱ λιπαραὶ καὶ ἀοιδοῖμοι Ἑλλάδος ἔρεισμα' Ἀθῆναι, » (3) καὶ ὅτι Πινδάρου τοῦ Θηβαίου τοῦτο τὸ ἔπος ἐστὶ λέγοντος, καὶ ὅτι ἐξμιόσαν αὐτὸν Θηβαῖοι τοῦτο ποιήσαντα τὸ ἔπος, οἱ δὲ ἡμέτεροι πρόγονοι διπλὴν αὐτῷ τὴν ζημίαν ἀπέδωσαν μετὰ τοῦ καὶ εἰκόνι χαλκῇ τιμῆσαι· καὶ ἤν αὐτὴ καὶ εἰς ἡμᾶς ἐτι, πρὸ τῆς βασιλείου στοᾶς, καθήμενος ἐν ἐνδύματι καὶ λύρᾳ ὁ Πίνδαρος, διάδημα ἔχων καὶ ἐπὶ τῶν γονάτων ἀνειλημμένον βιβλίον. οὕτως δὴ ὁ Πίνδαρος Δαμάγητον ἄδει ἐκεῖνον, εἰς ὃν ἀνατείνει τὸ Κλεοκράτους γένος. λέγει δὲ πού ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τοὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβύτιν, ἥς τὸ μητρῷον αὐτοῦ γένος ἀπτεται. καὶ εἰ μὴ σφόδρα ἤδειν ποιητῶν ὑπέρροχα ὄντα σε καὶ τὰ ἄγροια ταῦτα τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα πολλὸν περιέποντα, χῶν ἀποχρὴν ὑπελάμβανόν σε ὁπομνήσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἰπὼν ἐπη Πινδάρου· νῦν δὲ οἶδα ὅτι μάτην σοι ταύτην τὴν λύραν λέξομεν. (4) δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαι σοι τὸ διήγημα τοῦτο· ἀξίων γὰρ ἀκούσαι, εἰ καὶ μὴ προσήκον Κλεοκράτει. λέγεται γὰρ γυνὴ ποτε πρεσβύτις Ὀλυμπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἐστάναι τε ἄμα τοῖς ἀνδράσι καὶ θεᾶσθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν Ἑλλανοδικῶν ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι « τίνι γὰρ ἄλλῃ γυναικὶ τοῦτο δέδωκε καυχήσασθαι οὕτως ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας ἔχει καὶ υἱὸν ἐπ' Ὀλύμπια ἄγει; » (5) ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τοῦτο τοῦ γένους ἀπορροῆς ἐστιν ὁ Κλεοκράτης, ὃς ἐστι παντὸς μᾶλλον ἢ αὐτοῦ πυθέσθαι. καὶ πλεῖω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνύσαι σοι ὅπερ ἠξίωσας, ὅστις ἐστιν ὁ Κλεοκράτης, βούλεσθαι μόνον ἀλλὰ καὶ ἐγκωμιασκέσαι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντεταχὼτα καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἐσταθμᾶσαι δοκοῦ. τοσοῦτον μέντοι εἴποιμ' ἂν, ὅτι ἡ πρεσβύτις ἐκείνη, εἰ τούτων ἐγνώκει τὸν Κλεοκράτη, πολλ' ἂν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε Ὀλυμπιονίκαïs ἐσεμνύνετο.","prev":{"citation":"Epistulae 128.2","label":"128.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/128.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/128.2"},"next":{"citation":"Epistulae 129.3","label":"129.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/129.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/129.3"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}