{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 190.1","citation":"Aristaenetus, Epistulae 190.1","ref":"190.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/190.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/190.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/190.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":408,"text":"ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιρούσαι καὶ χλωνία καὶ ἀνεμώνας συλλέγουσαι παρήμεν αἰφνιδίως· ἔλαθε δ’ ἡμᾶς ἡ ὁδὸς διὰ τὴν παιδίαν ὡς οὐδ’ ἠφίημεν ταχέως ἀναυθεῖσαι. 4 μικρὸν δὲ ἀπωθεν τῶν ἐσπαύλων πέτρα τις ἦν συνυγρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις· ἐκατέρωθεν δὲ μυρρίνης εἰσὶ θάμνοι, καὶ πῶς ἐξ ἐπιπλοκῆς αὐτῆν περιθεῖ κιττὸς ἐν χρω τῇ λίθῳ προσπεφυκώς, ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐσταλάττεν· ὑπὸ δὲ ταῖς ἐξοχαῖς τῶν πετρίδων Νύμφαι τινὲς ἵδρυνται, καὶ Πάν οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν. 5 ἀντικρὺ βωμὸν αὐτοσχεδίας ἐνήσαμεν, εἶτα σχίζια καὶ πόπανα ἐπ’ αὐτῷ θέμεναι κατηρξάμεθα λευχὴς ἀλεκτορίδος, καὶ μελίχρατον ἐπιστείσασαι καὶ λιθανθῶν ἐπιθυμιάσασαι τῷ πυρίδιῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλεῖον δὲ ἢ οὐχ ἐλάττω τῇ Ἀφροδίτῃ, ἰκετεύομεν διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. 6 τὸ λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἤμεν. « ἰώμεν » ἔφη ἡ Μέλισσα « οἴκαδε καὶ κατακλινώμεν. » « μὴ μὲν οὖν πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανός » εἶπον ἐγὼ « τοῦτον· δράξ γὰρ ὡς ἐστὶν ἐρωτικός· ἥδεως ἂν ἡμᾶς ἐνταῦθα χραιπάλωσας ἴδοι. 7 ἀλλ’ ὑπὸ ταῖς μυρρίναις ἤν ἴδω τὸ χωρίον ὡς ἐνδρόσων ἐστὶν ἐν κύκλῳ καὶ τρυφερὸς ἄνθεσι ποικίλον. ἐπὶ ταύταις βουλοίμην ἂν τῆς πᾶσας κατακλινῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκεῖνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων, νὴ Δία· ἀλλὰ ἔχει τι πλεῖον τῶν ἐν ἀστεί τανταῦθα συμπόσια, ἔνθα ἄγροὶ ὑπαίθριοι χάριτες. » 8 « ναὶ ναί, λέγεις καλῶς » ἔφασαν· εὐθὺς οὖν κατακλῶμεναι αἱ μὲν σμῖλακος αἱ δὲ μυρρίνης χλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτοσχεδίως στιβάδα συνεργάσαμεν. ἦν δὲ καὶ τοῦδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καὶ τινες ὀάκινθοι καὶ ἄνθεμα διαποικίλα τὴν ὄψιν ὠραῖζον· 9 ἑαρνοῖς ἐφειχάνυσαι πετάλοις ἡδὺ καὶ κουτίλον ἀηδόνες ἐφύθμιζον, ἡρέμα δὲ οἱ σταλαγμοὶ καταλειδόμενοι ἀπὸ τῆς οἷον ἰδρούσης στιβάδος τρυφερόν τινα παρεῖχον ψόφον ἑαρνῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπιχώριος, ἀλλὰ Ἰταλός, οἷον σὺ ἔφης καδίσκουσ ἐξ Ἑλευσῖν ἐωνήσθαι, σφόδρα ἡδὺς καὶ ἀρόθνος· 10 ὅφά τε τετμημένα ὡςπερ λίσπαι, καὶ χιμαίριδος ἀπαλὴς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γαλάκτινα ποικίλα, τὰ μὲν μελίπηκτα τὰ δ’ ἀπὸ ταγίνου ( πτιὰς μοι δοκῶ χαλοῦσιν αὐτὰ καὶ σκυλὴκας τὰ πεμμάτια ), ὅσα τε ἄγρος ἡμῖν ἑαρνῆς ὀπώρας ἐπεδαψιλεύετο. 11 μετὰ δὲ τοῦτο συνεχῶς περιεσόδουν αἱ κύλικες· καὶ τὸ πιεῖν μέτρον ἦν τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπεικῶς δὲ πῶς τὰ μὴ προσηγνασάμενα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει ὑποφεκάζοντα μικροῖς μὲν τισι κυμβίοις ἀλλ’ ἐπαλληλίοις. καὶ παρὴν Κρουμάτιον ἢ Μεγάρης καταυλούσα, ἢ δὲ Σιμμίχη πρὸς τὰ μέλη καὶ πρὸς τὴν ἀρμονίαν ἤδεν. 12 ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατωρχήσατο καὶ τὴν ὀσφὺν ἀνεκίνησεν ἡ Πλαγών, ὀλίγου δὲ Πάν","prev":{"citation":"Epistulae 189.5","label":"189.5","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/189.5","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/189.5"},"next":{"citation":"Epistulae 192.1","label":"192.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/192.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/192.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}