{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 192.3","citation":"Aristaenetus, Epistulae 192.3","ref":"192.3","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/192.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/192.3","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/192.3.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":309,"text":"β'. Δαρείῳ. Οἱ ὑμέτεροι πρόγονοι ἐλθόντες εἰς Μακεδονίαν καὶ εἰς τὴν ἄλλην Ἑλλάδα κακῶς ἐποίησαν ἡμᾶς οὐδὲν προηδικημένοι· ἐγὼ δὲ τῶν Ἑλλήνων ἡγεμὼν κατασταθεὶς καὶ τιμωρήσασθαι βουλόμενος Πέρσας διέβην εἰς τὴν Ἀσίαν ὑπαρχάντων ὑμῶν. καὶ γὰρ Περinthίους ἐθορήσατε, οἱ τὸν ἐμὸν πατέρα ἡδίκουν, καὶ εἰς Θράκην, ἧς ἡμεῖς ἄρχομεν, δύναμιν ἐπεμψεν Ὦχος. τοῦ δὲ πατρὸς ἀποθανόντος ὑπὸ τῶν ἐπιbou- λευσάντων, οὓς ὑμεῖς συνετάξατε, ὡς αὐτοὶ ἐν ταῖς ἐπιστολαῖς πρὸς ἅπαντας ἐκομψάσατε, καὶ Ἀρσγν ἀποκτείναντός σου μετὰ Βαγώου καὶ τὴν ἀρχὴν κατασχόντος οὐ δικαίως οὐδὲ κατὰ τὸν Περσῶν νόμον, ἀλλὰ ἀδικοῦντος· Πέρσας, καὶ δι' ἐμοῦ πρὸς τοὺς Ἕλληνας γράμματα οὐκ ἐπιτήδεια πέμποντος, ὅπως πρὸς με πολεμώσι, καὶ χρήματα ἀποστέλλοντος πρὸς Λακεδαιμονίους καὶ ἄλλους τινὰς τῶν Ἑλλήνων, καὶ τῶν μὲν ἄλλων πόλεων οὐδεμιὰς δεχομένων, Λακεδαιμονίων δὲ λαβόντων, καὶ τῶν παρὰ σοῦ πεμφθέντων τοὺς ἐμοὺς φίλους διαφθείραντων καὶ τὴν εἰρήνην, ἣν τοῖς Ἕλλησι κατεσκεύασα διαλεῦν ἐπιχειρούντων ἐστράτευσα ἐπὶ σὲ ὑπάρχοντος σοῦ τῆς ἐχθρας. ἐπεὶ δὲ μάχη νενίκηκα πρότερον μὲν τοὺς σούς στρατηγοὺς καὶ σατράπας, νῦν δὲ σὲ καὶ τὴν μετὰ σοῦ δύναμιν, καὶ τὴν χώραν ἔχω τῶν θεῶν μοι δόντων, ὅσοι τῶν μετὰ σοῦ παραταξαμένων μὴ ἐν τῇ μάχῃ ἀπέθανον, ἀλλὰ παρ' ἐμὲ κατέφυγον, τούτων ἐπιμελόμεν καὶ οὐκ ἀχοντες παρ' ἐμοῦ εἰσιν, ἀλλὰ αὐτοὶ ἐκόντες ξυστρατεύονται μετ' ἐμοῦ. ὡς οὖν ἐμοῦ τῆς Ἀσίας ἀπάσης κυρίου ὄντος ἤκε πρὸς ἐμέ. εἰ δὲ φοβῇ μὴ ἐλθὼν πάθῃς τι ἐξ ἐμοῦ ἄχαρι, πέμπε τινὰς τῶν φίλων τὰ πιστὰ ληψομένους. ἐλθὼν δὲ πρὸς με τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ εἰ ἄλλο τι ἐθέλεις αἴτει καὶ λάμβανε. ὅ τι γὰρ ἂν πείθῃς ἐπὶ ἔσται σοι. καὶ τοῦ λοιποῦ ὅταν πέμψῃς, παρ' ἐμὲ ὡς βασιλέα τῆς Ἀσίας πέμπε, μὴ δὲ ἄ βούλει ἐξ ἰσοῦ ἐπιστάλλει, ἀλλ' ὡς κυρίῳ ὄντι πάντων τῶν σῶν φράζει εἰ τοῦ δέχ· εἰ δὲ μή, ἐγὼ βουλεύσομαι περὶ σοῦ ὡς ἀδικοῦντος. εἰ δὲ ἀντιλέγεις περὶ τῆς βασιλείας, ὑπομείνας ἐτι ἀγώνισαι","prev":{"citation":"Epistulae 192.1","label":"192.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/192.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/192.1"},"next":{"citation":"Epistulae 193.1","label":"193.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/193.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/193.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}