{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 238.1","citation":"Aristaenetus, Epistulae 238.1","ref":"238.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/238.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/238.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/238.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":407,"text":"σμιχρὸν ἡγουμένη. ** καὶ ὡσπερ χολοὺς ἀεὶ παρὰ χολοῖον ἰζάνομεν ἀμφω. τί δεὶ περαιτέρω προβαίνειν, ἔνθα δὴ τὰ τῆς Ἀφροδίτης ἀπόρρητα; λεκτέον δὲ μόνον ὡς ἀντιλέγει τοσοῦτον, ὅσον ἐν τῷ βραδύνειν ἐρεθίζει. ὁ μὲν οὖν τράγχιλος αὐτῆς ἀμβροσίαις ὀδωδε, καὶ τὸ ἄσθμα ἡοῦ· εἰ δὲ μήλων ἢ τῶνδον πώμασι συμμιγέντων ἀπὸζει, φιλήσας ἐρεῖς. τοὺς δὲ στέρνοισ τῆς καλῆς ἐπιθεὶς τὴν κεφαλὴν ἡγρύπνουν, αὐτὸ καταριλῶν τὸ πῆδημα τῆς καρδίας. οὐκοὺν τῶν ἀφροδισίων, ὡς ἔφη τις, εἰς τὸ τῆς ἡδονῆς τέλος ὁδὸς ἐστιν μία· ἀναφρόδῳτοι γὰρ αἱ δυσειδεῖς γυναῖκες, καὶ ἡδονῆς ἐν ἐκείναις οὐκ ἀρχὴν οὐ τέλος εὑροί τις ἄν. ἐπεὶ κἀν τοῖς ἐδέσμασιν ἐν τέλος ὁ χόρος· ἀλλὰ τὰ μὲν τρέφει καὶ τέρπει, τὰ δὲ παντελῶς ἀνατρέπεται. διὰ ταύτην ἡμέρα μοι πᾶσα λευκή καὶ τῶν ἐν φαρέτρα λογιζομένων εἰς εὐτυχίαν οὐχ ἦττον. ἀδόντων μὲν οὖν ἀρχὸσα πολλάκις ὡς πέφυκεν ἀποδημία τὸν πόθον ἐκλύειν, καὶ παραοιμαζόμενοι δὲ φασὶ τοσοῦτον φίλος, ὅσον δρᾷ τις ἐναντίον'. ἐγὼ δὲ ὁμνυμι τὰς χάριτας Πυθιάδος ὡς οὐδὲ ἀποδημὸν ἀπεστάτουν τῆς πρὸς ἐκείνην φιλίας. οὐδὲν οὖν ἦττον ἐπανήλθον ἐρῶν, μᾶλλον δὲ διαλιπὼν μειζόνως ἠσθόμην τοῦ πόθου, καὶ γάρν οἶδα τῇ Τύχῃ ὅτι μοι λήθην οὐκ ἐνέθηκε τῆς φιλάτης. ἔφη δ' ἄν τις ἐρωτικὸς ποιητὴς καθομηρίζων ἡμᾶς ἀσπάσιοι λέκτροιο παλαίσω θεομὸν ἔχοντο. ιγ'. Εὐτυχόδουλος Ἀκεστοδώρω. Τῷ μακρῷ καὶ τοῦτο, φίλτατε, κατέμαθον χρόνω, ὡς καὶ τέχναι πᾶσαι προσδέονται τύχης, καὶ τύχη διακοσμεῖται ταῖς ἐπιστήμαις. αἱ μὲν γὰρ ἀτελεῖς μὴ συνεργούτους τοῦ θεοῦ, ἢ δὲ μᾶλλον εὐδοκιμεῖ τὰς ἑαυτῆς ἀφορμὰς τοῖς ἐπιστήμοσι δωρουμένη. ἐπεὶ τοίνυν μακρὸν γε τὸ προοίμιον, εἰ οἶδα, τῷ ποθοῦντι θᾶττον ἀκούσαι, ἥδη λέγω τὸ συμβάν, μηδὲν ἐτι μελλήσας. Χαριχλῆς ὁ τοῦ βελτίστου Πολυχλέους υἱὸς παλλαχίδος τοῦ τεχόντος πόθω χλινοπετὴς ἦν, σώματος μὲν ἀφανὴ πλαττόμενος ἀλγηδόνα, ψυχῆς δὲ ταῖς ἀληθείαις ἐρωτικῇ αἰτιώμενος νόσον. ὁ γοῦν πατήρ, οἷα πατὴρ ἀγαθὸς καὶ σφόδρα φιλόπαις, αὐτίκα Πανάκειον μεταπέμπεται τὸν ὄντως ἐπώνυμον ἰατρὸν, ὃς τοὺς μὲν δακτύλους τῷ σφυγμῷ προσαρμόζων, τὸν δὲ νοῦν μετάρσιον ἄγων τῇ τέχνῃ, καὶ τοῖς ὀμμασι τὸ διαγνωστικὸν ὑποφαίνων χίγμα τῆς διανοίας οὐδὲν ὅλως ἀρρώστημα κατενόει γνώριμον ἰατροῖς. ἐπὶ πολὺ μὲν οὖν ὁ ταιῦτος ἰατρὸς διμῆγανος ἦν τῆς δὲ ποθουμένης ἐκ ταυτομάτου παριούσης διὰ τοῦ μειρακίου, ἀθρόον ὁ σφυγμὸς ἀτακτον ἤλατο, καὶ τὸ βλέμμα ταραχῶδες ἐδόκει, καὶ οὐδὲν ἀμείνον τὸ πρόσωπον διεκεῖτο τῆς χειρός. καὶ διχόθεν ὁ Πανάκειος διέγνω τὸ πάθος, καὶ ὅπερ ἀπλῶς ἐκ τέχνης οὐχ εἶλεν, ἐκ τύχης μᾶλλον εἶχε λαβὼν, καὶ τὸ δῶρον τῆς προνοίας εἰς καιρὸν ἐταμειεύετο τῇ σιωπῇ. καὶ πρῶτος ἦν αὐτῷ τῆς ἐπισκέψεως ἡγούμενος ὁδε ὁ τρόπος, αὐθὶς δὲ παραγενόμενος","prev":{"citation":"Epistulae 237.3","label":"237.3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/237.3","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/237.3"},"next":{"citation":"Epistulae 239.1","label":"239.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/239.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/239.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}