{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 299.1","citation":"Aristaenetus, Epistulae 299.1","ref":"299.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/299.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/299.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/299.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":307,"text":"τείας δὲ (ἀνέξη γὰρ μετὰ παρρησίας μου λέγοντος) οὐδὲ μεμνησθαι ἡξίουν, ἔμαθον δὲ ἄλλα τε πολλά καὶ ταῦτα, οἷς νῦν χρῆσομαι πρὸς σε, τὸν μὲν μὴ ἀδικούντα τιμᾶν, τὸν δὲ ἀδικούντα εὐεργεσίας ἀμύνεσθαι, εἰ δὲ μὴ γε, ἡσυχίᾳ· καὶ φίλον μὲν τιμιώτατον ἡγεῖσθαι, ἐχθρὸν δὲ μηδένα ἐκὐτῷ κατασκευάζειν, ἀλλὰ καὶ τὸν ὄντα φίλον ποιεῖσθαι, καὶ μηδὲν τῆλικούτων νομίζειν κακόν, ὅσον ἂν ταράξαι τὴν ψυχὴν καὶ τῶν οἰκείων ἔργων ἀποτρέψειε πρὸς ἕτερα. ἀρὰ γε ἐπιβούλῳ μοι νομίζεις χρῆσθαι ταῦτα εἰδότι; μηδαμῶς, ἀλλὰ σοὶ μὲν ἀποκείσθω πολέμων ἔργα καὶ πολιτειῶν, ἡμῖν δὲ τῆς σῆς τοσοῦτον ἀποτεμηθῶ τυραννίδος, ὅσον ἀπαρχὼ ἀνδρὶ δοκεῖ ἐνησυχάζαι. πειθόμαι δ' ὅτι, ἢν καὶ διαλέγσθαι με ἐφθῆς τοῖς φίλοις, ἡρεμαίους ἂν αὐτοὺς ποιήσαιμὶ καὶ ἀπολιτεῦτους ὧν σὺ βούλει, διεξίων τὰ ἀεὶ ἡμῖν μελετώμενα ἡσυχίας ἐγχώρια, ἐπεὶ καὶ τελῶς ἂν εἴην μὴ ταῦτα φρονῶν ἀχάριστος. (8) φέρε γάρ, εἰ μοι παραττομένῳ τι ὧν σὺ ὑποσπεύεις ἢ πραξεία ἐπιστατὴ θεὸς ἡσυχία καὶ ταῦτα λέγοι, «ἀχάριστος εἶ καὶ πονηρός, ὦ Χίων, καὶ οὔτε τῶν καλῶν ἐκείνων μαθημάτων οὔτε ὅλως σεαυτοῦ μνήμην ἔχεις. ἐμοὶ χρώμενος δικαιοσύνην ἠσχήκας καὶ σωφροσύνην ἐκτήσω καὶ θεὸν ἔμαθες καὶ τὴν σεαυτοῦ πρὸς αὐτὸν συγγένειαν ἀνεγνώσω καὶ τῶν ταπεινοτέρων τούτων, θαυμαστῶν δὲ τοῖς ἄλλοις κατεφρόνησας, φιλοτιμίας καὶ πλούτου καὶ ὅσα τούτοις ὅμοια. εἴτα νῦν, ὅτε ἀποδιδόναι σε δεῖ τὴν χάριν μειζόνι ἤδη νόμῳ καὶ χρείττονι ψυχῇ συνόντα μοι καὶ διαλεγόμενον, ἀπολείψεις με οὐδὲ μεμνημένος, δτι οὐ τὰ ἄλλα μόνον ἐκ φιλοσοφίας ἔμαθες, ἀλλὰ καὶ τὸ ζητεῖν δεδιὼς ἂ μήπω οἴδας. καὶ πῶς ἂν σὺ γε ζητήσεις ἢ εὑροὶς ἐμοῦ στερόμενος;» (9) ταῦτ' εἰ λέγοι, τί ἂν ἀποκριναιμὴν πρὸς αὐτὴν δικαίως; ἐγὼ μὲν γὰρ οὐδὲν ὧρῶ. ἀλλὰ μὴν εἰ ἴσθι, ὡς ἐγὼ ταῦτα πρὸς ἐμαυτὸν ἀεὶ λέγω (λέγει γὰρ ἕκαστος πρὸς ἑαυτὸν ἂ φρονεῖ) καὶ οὐκ ἂν ποτε αὐτῶν ἀπολειφθείην. ὥστε οὐδὲν σοι θεὸς ἐξ ἡμῶν εὐλογον· οὐδὲ γὰρ οὐδ' ἀφέται τῶν σῶν πραγμάτων ἡ ἐμὴ ἡσυχία.","prev":{"citation":"Epistulae 297.2","label":"297.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/297.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/297.2"},"next":{"citation":"Epistulae 299.2","label":"299.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/299.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/299.2"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}