{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 437.2","citation":"Aristaenetus, Epistulae 437.2","ref":"437.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/437.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/437.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/437.2.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":405,"text":"15 Ἰουλιανὸς Ὀριβασίῳ. Τῶν ὀνειράτων δύο πύλας εἶναι φησιν ὁ θεὸς Ὅμη-ρος, καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀπο-δησομένων πίστιν. ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ὁραχέναι περὶ τῶν μελλόντων· ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιούτον σήμερον. δένδρον γὰρ φύσιν ὑψηλὸν ἐν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἕδαφος ῥέπειν, ἐν τῇ ῥίζῃ παραπε-φυκότος ἐτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθροπῷ λίαν. (2) ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίουν μὴ τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ, καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκ-τεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. ὡς οὖν εἶδον, ἀγωνιᾶσας ἔφημ « οἷον δένδρον, κίν-δυνός ἐστι μηδὲ τὴν παραφυοῦσα σωθῆναι. » (3) καὶ τις ἀγνώσῃ μοι παντελῶς « ὅρα » ἔφησεν « ἀκριβῶς καὶ θάρρει· τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης τὸ μικρότερον ἀδλα-δῶς διαμείνει καὶ βεβαιώτερον ἰδρυθήσεται. » τὰ μὲν οὖ τῶν ὀνειράτων τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅ τι φέ-ρει· περὶ δὲ τοῦ μικροῦ ἀνδρογύνου μαθῶμι· ἂν ἡδεῖς ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν συντυχεῖν ἐμοὶ ἢ μετὰ τοῦτο. (4) δήλωσον οὖν ἡμῖν ὅ τι ἂν οἴᾶς τε ἡς. ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσθι ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώ-πησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἐνὶχ δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. (5) ὅτι δὲ μοι μεταδοῦναι τῆς τοιαύτης ἡξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μικρὰ καὶ πάσας αἰσχύνης ἀξίας ὑπομνήματα, τί με πρᾶ-τειν ἔχην; ἄρα σιωπᾶν ἢ λέγεσθαι; τὸ μὲν οὖν πρῶ-τον ἦν ἠλιθίων καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεῦ-τερον δὲ δίκαιον μὲν καὶ ἀνδρείον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν ἐχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρουμένου. (6) τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ἤδειν ἀναγγελούντας αὐτῷ « Πάντη καὶ πάντως » εἶπον « διορθώσει τὰ ὑπομνήματα ὁ δεῖνα, ἐπεὶ δεινῶς ἀσχη-μονεῖ. » τοῦτο ἐκείνους ἀποῦσας τοσοῦτον ἐδῆσεν σω-φρόνως τὴν πρᾶξαι, ὥστε πεποίηκεν οἷα μὰ τὸν θεὸν οὐδ’ ἂν εἰς μέτριος τύραννος, οὕτω μου πλησίον ὢντος. (7) ἐνταῦθα τί πράττειν ἔχρην; ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἄρα περιορᾶν ἀν-θρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, ἢ κατὰ δύναμιν αὐτοὺς ἀμῦνειν, ὡς ἤδη τὸ κῦκνειον ἐξάδουσι διὰ τὸ θεομάδες ἐργαστήριον τῶν τοιούτων; ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χλιαρόους, ὅταν λεί-πωσι τὴν τάξιν, καταδικάζειν (καίτοι χαρὴν ἰκανὴν τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι), τὴν δὲ ὑπὲρ τῶν ἀθλιῶν ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δὴ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα","prev":{"citation":"Epistulae 437.1","label":"437.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/437.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/437.1"},"next":{"citation":"Epistulae 438.1","label":"438.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/438.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/438.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}