{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 443.1","citation":"Aristaenetus, Epistulae 443.1","ref":"443.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/443.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/443.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/443.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":435,"text":"φαίνουσα εἰς τὸν τῆς δυάδος ἀριθμὸν περιχλείεται. 21 δεδομένου δὴ τούτου, φαίην ἂν οἷμαι τῆς πρώτης δεκάδος τὴν εἰς αὐτὸ περιφέρειαν ἀναχυλούσης εἰς τὸν τῆς ἑκατοντάδος ἀριθμὸν τὸ ὅλον διαβαίνειν, ὡς τῷ μὲν ἐνὶ τὴν αὐξήσιν ἂν εἰς δέκα συντείνειν, πάλιν δ’ αὐ τὴν δεκάδα δι’ αὐτῆς ἀνιούσαν εἰς τὸν τῶν ἑκατὸν ἀριθμὸν συντελεῖσθαι. 22 χάντευθεν αὐ πάλιν ἐξ ἑκατοντάδων τὸ ὅλον τῶν ἀριθμῶν τὴν δύναμιν καρποῦσθαι, μήτε τοῦ ἑνὸς ἡρεμοῦντος, εἰ μὴ τι τῆς δυάδος ἐν τῇ μίξει τὸ περιττὸν ἀεὶ τικτούσης τε καὶ εἰς ἑαυτὴν αὐθὶς ἀνακαλουμένης, ἄχρις ἂν ἑτέρα πάλιν ἑκατοντάδι τῶν ἀριθμῶν τὸ συναγόμενον καταχάλειψιν, καὶ τὸν τέλεον αὐτῷ προσάπτουσα πάλιν ἐξ αὐτοῦ πρὸς τὸ ἕτερον ἐρρύση, ταῖς τῶν ἑκατοντάδων ἐπηγορίαις ἀεὶ τὸ ὅλον εἰς τὸ τῆς καταλήψεως ἄπειρον ἀναφέρουσα. 23 δοκεῖ δὲ μοι καὶ Ὀμηρος οὐχ ἀπλῶς οὕδ’ ἀργῶς ἐν τοῖς ἔπεσι τὴν ἑκατονταθύσανον αἰγίδα τῷ Δι περιθεῖναι, ἀλλὰ τινὶ κρείττονι καὶ ἀπορρήτῳ λόγῳ τοῦτο αἰνίττεσθαι λέγων, ὡς ἄρα τῷ τελευταίῳ θεῷ τὸν τελευταίον ἀριθμὸν περιάλψει καὶ ὁ μόνος παρὰ τοὺς ἄλλους ἂν δικαιότερον κοσμοῖτο, ἥ ὅτε τὸν ζῷμπαντα κόσμον, ἂν εἰς αἰγίδος σχῆμα τῆς τῆς εἰκόνος περιφέρει ἐννεῖληφεν, οὐχ ἄλλος πῶς ἢ ὁ τῶν ἑκατὸν ἀριθμὸς περιγράφει, τῇ κατὰ κύκλον ἑκατοντάδι τὴν ἐς τὸ ὅλον τοῦ νοητοῦ κατανόησιν ἐφαρμόττων. 24 ὁ δ’ αὐτὸς λόγος οὕτος καὶ τὸν ἑκατοντάχειρα τὸν Βριάρεω καθίζει πλάρεδρον τῷ Δι, καὶ πρὸς τὴν τοῦ πατρὸς ἀμιλλᾶσθαι συγχωρεῖ δύναμιν, οἷον ἐν τῷ τοῦ ἀριθμοῦ τελείῳ τὸ τέλεον αὐτῷ τῆς ἰσχύος ἀποδιδοὺς. 25 καὶ μὴν καὶ Πίνδαρος ὁ Θηβαῖος τὴν ἀναίρεσιν τοῦ Τυφωέως ἐν ἐπινικίῳ χρηστῶν καὶ τὸ τοῦ μεγίστου τούτου γίγαντος κράτος τῷ μεγίστῳ βασιλεῖ τῶν θεῶν περιτιθεὶς οὐχ ἑτέρωθεν αὐτῷ τῆς εὐφημίας κρατοῦντε τὴν ὑπερβολὴν ἢ ὅτι τὸν γίγαντα τὸν ἑκατοντακέφαλον ἐνὶ βλήματι καθελὲν ἤρκεσεν, ὡς οὔτε τινὸς ἄλλου εἰς χεῖρα τοῦ Διὸς ἐλθεῖν ἀντιμάχου γίγαντος νομισθέντος ἢ ὃν ἡ μήτηρ μόνον τῶν ἄλλων ἑκατὸν κεφαλαῖς ὠπλίσεν, οὔτε ἑτέρου τινὸς θεῶν ἢ μόνου Διὸς ἀξιονοκοτέρου πρὸς τὴν τοῦ τοιούτου γίγαντος καθαίρεσιν δύνος. 26 Σιμωνίδῃ δὲ ἀρὰ τῷ μελικῷ πρὸς τὴν Ἀπολλώνιος εὐφημίαν ἀρκεῖ τὸν θεὸν ἑκατὸν προσειπόντι καὶ καθάπερ ἀντ’ ἄλλου τινὸς ἱεροῦ γνωρίσματος αὐτοῦ τὴν ἐπωνυμίαν κοσμήσαι, διότι τὸν Πύθωνα τὸν δράκοντα βέλσειν ἑκατὸν ὡς φησιν ἐχειρώσατο· καὶ μᾶλλον αὐτὸν ἑκατὸν ἢ Πύθιον χαίρειν προσαγορευομένου, οἷον δλοκληροῦ τινὸς ἐπωνυμίας συμβόλῳ προσφωνούμενον. 27 ἢ γε μὴν τὸν Διὰ θρεφθεμένην νῆσον ἢ Κρήτη καθάπερ τροφεῖα τῆς Διὸς ὑποδοχῆς ἀντιλαβοῦσα τῷ τῶν ἑκατὸν πόλεων ἀριθμῷ τετίμηται. καὶ Θήβας δὲ ἄρα τὰς ἑκατονταπύλους οὐχ ἄλλου τινὸς ἢ τούτου χάριν ἐπαινεῖ Ὀμηρος, διότι ταῖς πύλαις ταῖς ἑκατὸν κάλλος ἤν θαυμαστόν. καὶ σιωπῶ θεῶν ἑκατόμβας καὶ νεὼς ἑκατονταπέδους καὶ βωμοὺς ἑκατοντακρύπιδας καὶ τοὺς ἑκατονταδύχους ἀνδρώνας, καὶ τὰς ἀρούρας δὲ τὰς","prev":{"citation":"Epistulae 442.2","label":"442.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/442.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/442.2"},"next":{"citation":"Epistulae 444.1","label":"444.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/444.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/444.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}