{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 470.1","citation":"Aristaenetus, Epistulae 470.1","ref":"470.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/470.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/470.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/470.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":433,"text":"τὸ παθεῖν, φασί, τὰ ἀνῆκεστα, τὸ ζῆν προέσθαι. (4) τούτων δὴ πάντων ὑπερορῶν, ὅτι καὶ τὸν ἴδιον ** ἐπέγνωκας· καὶ τὸν κοινὸν καὶ γενικῶς ἀνθρώπων ὑφ’ ἡμῶν τῶν διημαθῶν ἀγνοούμενον, ἀνθ’ οὗτο πρὸς τῶν θεῶν εὐλαβεῖσθαι· ἔφης, μὴ τρίτον προσχρούσης; οὐ γὰρ δὴ πονηρὸν ἐκ χρηστοῦ σε ποιήσω χαλεπῖνας ἐγώ· ζηλωτὸς γὰρ ἂν ἦν ἐν δίχῃ τοῦτο δυνάμενος. ἢ γάρ, ὡς φησὶ Πλάτων, καὶ τοῦναντίον οἷός τε ἦν ἂν. (5) ἀδεσπότου δὲ τῆς ἀρετῆς οὕσης ἔχρῃν ὑπολογίζεσθαι μηδὲν τῶν τοιούτων. ἀλλ’ οἷε μέγα τὸ πάντας μὲν βλασφημεῖν, πᾶσι δὲ ἀπλῶς λοιδορεῖσθαι, καὶ τὸ τῆς εἰρήνης τέμενος ἀπορᾶινεν πολείων ἐργαστηρίων. ἢ τοῦτο νομίζεις ὑπὲρ τῶν παλαιῶν ἀμαρτημάτων ἀπολογεῖσθαι πρὸς ἅπαντας καὶ τῆς πάλαι ποτὲ μαλακίας παραπέτασμα τὴν νῦν ἀνδρείαν εἶναι σοι; τὸν μῦθον ἀκήκοας τὸν Βαβρίου, γαλῇ ποτ’ ἀνδρὸς εὐπρεποῦς ἐρασθείσᾳ· τὰ δὲ ἄλλα ἐκ τοῦ βιβλίου μάνθανε. (6) πολλὰ εἰπὼν οὐδὲν ἂν πείσεις ἀνθρώπων ὡς οὐ γέγονας ὅπερ οὖν γέγονας καὶ οἷον πολλοὶ πάλαι σε ἠπίσταντο. τὴν νῦν δὲ ἀμαθίαν καὶ τὸ θάρσος οὐχ ἡ φιλοσοφία μὰ τοὺς θεοὺς ἐνεποίησέ σοι, τοῦναντίον δὲ ἢ διπλῆ κατὰ Πλάτωνα ἄγνοια· κινδυνεύεις γὰρ εἰδέναι μηδὲν, ὡς οὐδὲ ἡμεῖς, οἷε δὲ πάντων εἶναι σοφώτατος, οὐ τῶν νῦν ὄντων μόνον, ἀλλὰ καὶ τῶν γεγονότων, ὅσως δὲ καὶ τῶν ἐσομένων. οὕτω σοι πρὸς ὑπερβολὴν ἀμαθίας τὰ τῆς οἰήσεως ἐπεδέδωκεν. (7) Ἄλλὰ σοὺ μέν ἐνεκα καὶ ταῦτα τῶν ἰκανῶν εἴρηταί μοι πλεῖω, δεῖ δὲ ἴσως ἀπολογησασθαι δι’ αὐτὸ καὶ τοῖς ἄλλοις ὅτι προχείρως ἐπὶ κοινωνίαν σε παρεκάλεσα πραγμάτων. οὐ πρῶτος οὐδὲ μόνος ἔπαθον, ὦ Διονύσιε. ἐξηπάτησε καὶ Πλάτωνα τὸν μέγαν ὁ σὸς ὁμώνυμος, ἀλλὰ καὶ ὁ Ἀθηναῖος Κάλλιππος· εἰδέναι μὲν γὰρ αὐτὸν φησι πονηρόν, τῇλικαύτην δὲ ἐν αὐτῷ τὸ μέγεθος κακίας οὐδὲ ἐλπίσαι πώποτε. (8) καὶ τί χρή λέγειν ὑπὲρ τούτων, ὅπου καὶ τῶν Ἀσκληπιαδῶν ὁ ἀρίστος Ἱπποκράτης ἔφη ἐσφῆλαν δέ’ μου τὴν γνώμην αἱ ἐν τῇ κεφαλῇ βαραί· εἴτ’ ἐκεῖνοι μὲν ὑπὲρ ὧν ἤδεσαν ἐξηπατῶντο, καὶ τὸ τεχνικὸν ἐλάνθανε τὸν ἰατρὸν θεώρημα, θαυμαστὸν δέ, εἴπερ Ἰουλιανὸς ἀκούσας ἐξαφνῆς ἀνδρίζεσθαι Διονύσιον ἐξηπατήθη; (9) ἀκούεις ἐκεῖνον τὸν Ἡλείον Φαίδωνα, καὶ τὴν ἱστορίαν ἐπίστασαι· εἰ δὲ γνοῖς, ἐπίμελέστερον πολυπραγμόνησον, ἐγὼ δὲ οὐκ ἐρῶ τοῦτο. ἐκεῖνος ἐνόμιζεν οὐδὲν ἀνίατον εἶναι τῇ φιλοσοφίᾳ, πάντας δὲ ἐκ πάντων ὑπ’ αὐτῆς καθαίρεσθαι βίων ἐπιτηδευμάτων ἐπιθυμιῶν, πάντων ἀπαξαπλῶς τῶν τοιούτων. εἰ γὰρ τοῖς εὐ πεφυκόσι καὶ καλῶς τεθραμμένοις ἐπήρκει μόνον, οὐδὲν ἂν ἦν θαυμαστὸν τὸ κατ’ αὐτήν· εἰ δὲ καὶ τοὺς οὕτω διακειμένους ἀνάγει πρὸς τὸ φῶς, δοκεῖ μοι διαφερόντως εἶναι θαυμαστόν. (10) ἐκ τούτων ἢ περὶ σέ μοι κατ’ ὀλίγον γνώμη, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἔρεπεν ἐπὶ τὸ βέλτιον. οὗτοι γοῦν οὔτε ἐν πρώτοις οὔτε ἐν δευτέροις τῶν κρατίστων ἐθέμην ἀνδρῶν τὸ κατὰ σέ. ἐπίστασαι ἴσως","prev":{"citation":"Epistulae 469.4","label":"469.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/469.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/469.4"},"next":{"citation":"Epistulae 471.1","label":"471.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/471.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/471.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}