{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 500.1","citation":"Aristaenetus, Epistulae 500.1","ref":"500.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/500.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/500.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/500.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":408,"text":"τὴν ἐκείνων πόλιν χαλεπῶς καὶ νῦν ἐσκορμιζόμενοι. τὰ δὲ πληρώματα διὰ τοῦτο ἐφθάρη τε ἡμῖν καὶ ἐτι νῦν φθείρεται, τῶν ναυτῶν τῶν μὲν διὰ φυγαγισμὸν καὶ ἅρπαγὴν καὶ ὑδρεσίαν μαχρὰν ὑπὸ τῶν ἱππέων ἀπολλυμένων· οἱ δὲ θεράποντες, ἐπειδὴ ἐς ἀντίπαλα καθεστήκαμεν, αὐτομολοῦσι, καὶ οἱ ξένοι οὐ μὲν ἀναγκαστοὶ ἐσθάντες εὐθὺς κατὰ τὰς πόλεις ἀποχωροῦσιν, οἱ δ' ὑπὸ μεγάλου μισθοῦ τὸ πρῶτον ἐπαρθέντες καὶ οἴόμενοι χρηματισεῖσθαι μᾶλλον ἢ μαχεῖσθαι, ἐπειδὴ παρὰ γνώμην ναυτικὸν τε δή καὶ τὰλλα ἀπὸ τῶν πολεμίων ἀθεστώτα ὁρῶσιν, οἱ μὲν ἐπ' αὐτομολίας προφάσει ἀπέρχονται, οἱ δ' ὡς ἕκαστοι δύνανται· πολλὴ δ' ἡ Σικελία· εἰσὶ δ' οἱ καὶ αὐτοὶ ἐμπορευόμενοι ἀνδράποδα Ὑκκαρικὰ ἀντεμιδιάσαι ὑπὲρ σφῶν πελσαντες τοὺς τριηράρχους τὴν ἀκρίβειαν τοῦ ναυτικοῦ ἀφήρηται. ἐπισταμένους δ' ὁμὶν γράφω, διὶ βραχεία ἀκμὴ πληρώματος καὶ ὀλίγοι τῶν ναυτῶν οἱ ἐξορμῶντες τε ναῦν καὶ ξυνέχοντες τὴν ὁρεσίαν. τούτων δὲ πάντων ἀπορώτατον τὸν τε μὴ οἶον τε εἶναι ταῦτα ἐμοὶ καλῦσαι τῷ στρατηγῷ (χάλεπαι γὰρ αἱ ὑμέτερα φύσεις ἀρξαι) καὶ ὅτι οὐδ' ὁπόθεν ἐπιπληρωσόμεθα τὰς ναῦς ἔχομεν, ὁ τοῖς πολεμίοις πολλάχόθεν ὑπάρχει, ἀλλ' ἀνάγκη ἀφ' ὧν ἔχοντες ἤλθομεν τὰ τε ὄντα καὶ ἀπαναλισκόμενα γίγνεσθαι· αἱ γὰρ νῦν οὐσαι πόλεις ξύμμαχοι ἀδύνατοι, Νάξος καὶ Κατάνη. εἰ δὲ προσήψεται ἐν ἐτι τοῖς πολεμίοις, ὥστε τὰ τρέφοντα ἡμᾶς χωρία τῆς Ἰταλίας, ὁρῶντα ἐν φ τ' ἐσμέν καὶ ἡμῶν μὴ ἐπιθυθούντων, πρὸς ἐκείνους χωρήσαι, διαπεπολεμησεται αὐτοῖς ἀμαχὴ ἐκπολιορκηθέντων ἡμῶν [ὁ πόλεμος]. τούτων ἐγὼ ἡδίω μὲν ἀν εἴχον ὑμῖν ἕτερα ἐπιστέλλειν, οὐ μέντοι χρησιμωτέρά γε, εἰ δεῖ σαφῶς εἰδὼς τὰ ἐνθάδε βουλεύσασθαι. καὶ ἀμὰ τὰς φύσεις ἐπιστάμενος ὑμῶν, βουλομένων μὲν τὰ ἡδίστα ἀκούειν, αἰτιωμένων δὲ ὑστερον, ἄν τι ὑμῖν ἀπ' αὐτῶν μὴ ὁμοῖον ἐκβῇ, ἀσφαλέστερον ἠγησάμην τὸ ἀληθὲς δηλῶσαι. καὶ νῦν ὡς ἐφ' ἡ μὲν ἤλθομεν τὸ πρῶτον καὶ τῶν στρατιωτῶν καὶ τῶν ἡγεμόνων ὑμῖν μὴ μεμπτῶν γεγεννημένων, οὕτω τὴν γνώμην ἔχετε· ἐπειδὴ δὲ Σικελία τε ἀπασα ξυνίσταται καὶ ἐκ Πελοποννήσου ἄλλη στρατεία προσδύκωσι, αὐτοὶ βουλεύεσθε ἤδη ὡς τῶν γ' ἐνθάδε μηδὲ τοῖς παροῦσιν ἀναρχούντων, ἀλλ' ἢ τούτους μεταπέμπειν δέον ἢ ἄλλην στρατιὴν μὴ ἐλάσσω ἐπιπέμπειν καὶ πεζὴν καὶ ναυτικὴν, καὶ χρήματα μὴ ὀλίγα, ἐμοὶ δὲ διάδοχον τινα, ὡς ἀδυνάτος εἰμὶ διὰ νόσον νεφρίτιν παραμένειν. ἀξιῶ δ' ὑμῶν ξυγγνώμης τυγχάνειν· καὶ γὰρ δτ' ἐρρώμην πολλὰ ἐν ἡγεμονίαις ὑμᾶς εὖ ἐποίησα. ὁ τι δὲ μέλλετε, ἀμὰ τῷ ἤρι εὐθὺς καὶ μὴ ἐς ἀναβολὰς πράσσετε, ὡς τῶν πολεμίων τὰ μὲν ἐν Σικελίᾳ δι' ὀλίγου ποριοῦμενον, τὰ δ' ἐκ Πελοποννήσου σχολαίτερον μὲν, ὅμως δ', ἄν μὴ προσέχητε τὴν γνώμην, τὰ μὲν λήσουσιν ὑμᾶς ὥσπερ καὶ πρότερον. τὰ δὲ φθήσονται.","prev":{"citation":"Epistulae 498.4","label":"498.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/498.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/498.4"},"next":{"citation":"Epistulae 501.1","label":"501.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/501.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/501.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}