{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 523.4","citation":"Aristaenetus, Epistulae 523.4","ref":"523.4","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/523.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/523.4","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/523.4.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":318,"text":"os'. Ἡγησίππω. Σὺ μὲν ἴσως καὶ ἄλλοι συγγενεῖς, ὧσις μάλιστα ἀχθομένοις ἐστί τὸ φεύγειν Κλεισθένην, νῦν ἔγνωτε κακῶς βεβουλευμένον ἐπὶ τούτοις, ἐφ᾽ οἷς ἀπεστέρηται τῆς πατρίδος, ὅτ᾽ οὐδενὸς ἑτέρου καιροῦ ἢ μεταμελείας, ἐγὼ δέ, ὅτε μάλιστα πολὺς ἐν ταῖς τοῦ πολιτεύεσθαι κενοδοξίας ἦν, τότε τὰ μέγιστα ὤκτειρον αὐτὸν καὶ ἐπέτελλόν γε περὶ τούτων μαρτυρόμενος οἷ τελευτήσει. ἐ δ᾽ ὑπὸ τῆς ἡδονῆς τοῦ τιμᾶσθαι γαυριῶν ἐκπαθὴς ἦν, λήρους ἡμᾶς ὑποπτεύων γράφειν οὐκ ὄντας ἐμπειροὺς δημοκρατουμένης πόλεως, μᾶλλον δ᾽ οὐδὲ βουλομένους εἰδεῖναι τὸν ὑπὲρ τῆς πόλεως· τὰ ἄριστα πράξαντα διὰ τὴν τυραννίδα, ἕως οὐ λαμπρότερον πνεύσας· ἢ συνέφερε τοῖς ἰδίοις ψυχήμασιν ἀνεστράφη καὶ μετὰ ζημίας ἔγνω μεγάλης οὐ Φάλαριν ἀμαθῆ πόλεως εὐνοουμένης διὰ τὴν ἀρχήν, ἀλλ᾽ ἑαυτὸν ἀγνῶτα δήμου διὰ τὴν πρόσκαιρον εὐπραγίαν. (2) ἐπαγωγὸν γὰρ ὄχλος εἰς ἀτυχίας καὶ τὰς ἀρχὰς πρὸς τὰ τέλη διαφθονούσας ἔχων. ἐγὼ γοῦν καὶ πᾶς ὁ μὴ παραφρονὼν συρίττεσθαι μᾶλλον ὑπὸ πλήθους ἀκριτοῦ βουλοίμην ἂν ἢ τιμᾶσθαι· τὸ μὲν γὰρ ἔχος αὐτοῦ τάρχιον τοῦ ἀρθῆναι σδέννυται καὶ οὐδ᾽ ἐν οἷς ἀκμάζει καίριος ἐπιζημιῶν ἔστιν, ἡ δὲ τῆς εὐνοίας δόκησις φυγὰς· ἢ θανάτους ἢ δημεύσεις ἢ τούτων γε μετριώτερον οὐδὲν φέρει. νὴ τὸν Δία τὸν μέγιστον, Ἡγησίππε, ὡς ἔφμην, οὕτως ἂν εἴποιμεν πρὸς σέ· δήμος ἅπας ἀτακτος, ἄνους, ἀπρακτος, ἐτοιμότατος ἐφ᾽ ὅ τι ἂν τύχῃ μετακθῆναι, ἀπίστος, ἀδέειος, ὀξύς, προδοτικός, ἐλεησμένος, φωνὴ μόνον ἀνωφελής, καὶ πρὸς ἔπαινον καὶ πρὸς ὀργὴν εὐχερής. τοῦτ᾽ ἐστὶ τὸ μετ᾽ ἐνδόξου προππλακισμοῦ φθεῖρεσθαι, τὸ δήμω πολιτευόμενον ζητεῖν ἀρέσκειν. μεμῄχασι δ᾽ ὅμως τινὲς εἰς τοῦτο ἀνοήτω καὶ δυσκαθέκτω ὀρμῇ, μᾶλλον δὲ λύσῃ χρώμενοι. (3) καὶ πολλοὶ παίδων ὄντες ἐρασταί· τοσούτους πόθους οὐκ ἔσχον εἰς τέκνα, καὶ χαίροντες γάμοις οὐχ οὕτως εἶδον ἀμείνους γυναῖκας, καὶ φιλόπλουτοι φύντες οὐ παραπλησίως ἑτέρους χρήματα, καὶ φιλοπλοῖ καὶ μαχηταὶ καὶ φιλιπότροφοι νίκας ἕνεκα τῶν ἐν Ὀλυμπίασι ἀγώνων οὐκ ἐπὶ τοσούτων ἠσῆσαν ἑκάστοις τούτων, ὡς οἱ ἀθλίαν δόξαν καὶ τιμὴν ἀνόνυτον καὶ κρότον ἐπὶ ζημίᾳ τῇ ἑαυτῶν ἀγρεύοντες. τοῖς δὲ τῶν τοιούτων ἐρασταῖς οἱ μὲν οἰκεῖοι συναχθεσθῆσιν","prev":{"citation":"Epistulae 522.6-523.1","label":"522.6 to 523.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/522.6","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/522.6"},"next":{"citation":"Epistulae 525.1","label":"525.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/525.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/525.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}