{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 549.2","citation":"Aristaenetus, Epistulae 549.2","ref":"549.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/549.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/549.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/549.2.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":353,"text":"μγ᾽. Κλεαινέτη. Ὁ Φιλοδήμου πλοῦς ἐπὶ τὴν ξένην, τοῦ σοῦ μὲν ἀνδρός, ἡμετέρου δὲ ἀμέμπτου φίλου, σοὶ μὲν εὐχλεῶς δοῖκε παραγίνεσθαι, τῇ θυγατρὶ δ᾽ ὑμῶν εἰκοστὸν ἤδη ἔτος οἰκουρούση οὐκ εὐτυχῶς. ἡ μὲν γὰρ ἐπ᾽ ἀνδρὶ χρεία χρόνους προσαλμαβάνουσα πλείον ἀρετήν, ἡ δ᾽ ἐπὶ παιδὶ παρ᾽ ὥραν μηκυνόμενη παρθενίαν διαβολὴν κατέχει. πᾶσι γὰρ ἀνθρώποις αἰσχίστον δέδοκται καὶ νῆ Δία ἐστὶ παρὰ τοὺς τῆς φύσεως χρόνους θυγάτηρ οἰκουροῦσα. πάλαι γὰρ ἐχρῆν καὶ τὸν ἐκείνης βίον, ὥσπερ τὸν σόν, πρὸς ἄνδρα ἐπαινεῖσθαι. (2) ἴσως μὲν οὖν ἀντί Φιλοδήμου παραμυθίαν ἤγ᾽ παῖδα ἔχειν, ἢν ἐκεῖνος καὶ σὺ ἐγενίασθε, ἀγέλιον δὲ διὰ πόθον γαμέτου θυγατέρα ἀποστερεῖν γάμων, καὶ οὐχ ὁμοίων τοῦ μετ᾽ ὀλίγον ἥκοντος ἀφαιρεῖσθαι ἀνδρὸς καὶ σὺ μήπω πείραν τις ἔσχης καὶ συνήθειαν τοῖς τῆς φύσεως ἀναγκαζομένη νόμοις: ὅταν δὲ μηδὲ κεχρηκότεν γονέων, μηδὲ δι᾽ ἔνδιαν χρημάτων, ὥσπερ νῦν, μεγάλης ἀτυχίας τεκμήριον τοῦτο. δ μηδαμῶς κατασιωπίζω, Κλεαινέτη· πεντατάλαντον γὰρ προῖκα κατέλιπεν αὐτῇ Φιλόδημος ἐκπλῶν παρ᾽ ἡμῖν, καὶ οὐχὶ ταῦτα μόνον· ἐστι γὰρ αὐτῷ κοινὰ καὶ τὰ Φαλαρίδος χρήματα. ὥστε οὐκ οἶδα, Κλεαινέτη, τί ἂν μέλλοις· οὐ γὰρ σίμαι δεῖν μηδενὸς ὑστερῆσαι εἰς τὸν γάμον τὴν Φιλοδήμου περιμένειν ἀφίξιν. (3) ὅσα μὲν γὰρ εἰκὸς εἰς τὴν ἐκείνου παρουσίαν ἀναβαλεῖσθαι, μὴ φθάνομεν· ὅσα δὲ αὐτὴ κατεπεύγει ἡ φύσις ἀχόντων ἡμῶν, ἂν οἷόν τε, μὴ περιλέγωμεν, ἐπεὶ τοὺς ἡμετέρους οὐκ ἀναδύχεται καιροὺς ἡ τῆς παιδὸς ὥρα. τάχα δὲ Φιλόδημος μὲν εἴρηται τοσούτους ὅσους πατέρα εἰκὸς εἴρεσθαι ἐξώρου θυγατρὸς οὕσης εἰς γάμον, σοὶ δὲ τοῦ κατέχειν οἴκαδε παρὰ τὸν νόμον τὴν παῖδα οὐδεμία πρόφασις· οὐ γὰρ οὕτως αὐτῇ πατρὸς εἰς τὸ παρὸν δεῖ ὡς ἀνδρός. σὺ δὲ κατὰ πολλὰς ἀνάγκας καὶ μεγίστην τῆς τύχης ἀπόντι τῷ πατρὶ προσνέμειν οἴει δεῖν καὶ παροῦσαν τὴν μητέρα. οὐχ, ἐὰν γ᾽ ἐμοὶ πεισθεῖσα καὶ περὶ ἀνδρὸς εὐτυχῶς καὶ περὶ θυγατρὸς εὐπρεπῶς βουλευσῇ. (4) πολλὰ γὰρ καὶ ἕτερα καλῶς διὰ Φιλοδήμου δρώσα πράγματα ἐν τοῦτ᾽ ἀντὶ πάντων κοινὸν ἐργάση ἀγαθὸν καὶ γυναικὶ σωφρονούσῃ κόσμον ὄντον, χρηδεύσασα κατὰ νόμους τὴν παῖδα. τὰ μὲν οὖν χρήματα Τεύχρος οἴμω, ὅπόταν ἐθέλῃς, ἀπαριθμήσει· εἰ δὲ τοῦ καὶ ἑτέρου δεῖ σοι πρὸς τὸν γάμον, ἐκεῖνος ὑπουργήσει. σὺ μόνον ἂ βούλει πρόσταττε. καὶ Φιλόδημον εὐχὼ μὲν ἐλθεῖν εἰς τὸν γάμον, ὑπερβάλλου","prev":{"citation":"Epistulae 548.9","label":"548.9","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/548.9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/548.9"},"next":{"citation":"Epistulae 550.1","label":"550.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/550.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/550.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}