{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 558.1","citation":"Aristaenetus, Epistulae 558.1","ref":"558.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/558.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/558.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/558.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":402,"text":"καὶ πότερον αὐτοὺς εἶναι βραβεῦτας ἢ πείσαι τινὰς ἑτέρους· καὶ λογίζεσθ’ ὡς ἀλογὸν ἐστὶν Ἀθηναίους Θασιῶς μὲν καὶ Μαρωνείτας ἀναγκάζει περὶ Στρύμης διακρίνεσθαι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύεσθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τούτων, ἀλλὰς τε καὶ γιγνώσκοντας ὅτι νικῆντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφ’ ἡμῶν ὄντα. 18 πάντων δὲ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἦν’ ὧσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευσόντων, ἐξὼν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερεῖς ὑποπτεύοντας τι καθ’ ἡμῶν, ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἀπάντων. 19 τῷ μὲν οὖν δήμαρ ταύτα συνέβησε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτελεῖ. φασι γὰρ οἱ τῆς πολιτείας τῆς παρ’ ὑμῖν ἐμπειροὶ τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγχιολομένοις τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεὶ τι λαμβάνειν παρ’ αὐτῶν, ἐπεὶ δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἐξωθὲν τοῖς ἐνδοξοτάτοις λοιδορουμένοις ἐπὶ τοῦ βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὡς εἰσὶ δημοτικοί. 20 ῥᾴδιον μὲν οὖν ἐστὶ μοι παῦσαι τῆς βλασφημίας αὐτῶς μικρὰ πάνυ προειπών, καὶ ποιήσαι λέγειν ἐπαίνους ὑπὲρ ὑμῶν. ἀλλ’ αἰσχυνοίμην ἂν, εἰ τὴν πρὸς ἡμᾶς εὔνοιαν παρὰ τούτων φαινοίμην ὀνοῦμενος, οἱ πρὸς τοὺς ἄλλους εἰς τοῦτο τόλμης ἤκουσιν, ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν ἀντιποιουμένων αὐτῆς οἷμαι πολλὸ δικαιότερα λέγειν αὐτούς. 21 εἰτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς· εἰτε τούτων μὲν ἀμφισβητησέ τις, ἀξιοὶ δὲ γίγνεσθαι τῶν ὑστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς ἐκβαλόντας ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας ἐλαβὼν τὸ χωρίον. 22 καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδότων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὁμῶς δὲ οὔτε πρώτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἀλλὰ χιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμεινάντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιωτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, νῦν δὲ συμμάχων ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις. 23 καίτοι πῶς ἂν ἕτερα γένοιτο βεβαιότερα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφ’ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν","prev":{"citation":"Epistulae 555.4","label":"555.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/555.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/555.4"},"next":{"citation":"Epistulae 560.1","label":"560.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/560.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/560.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}