{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 596.1","citation":"Aristaenetus, Epistulae 596.1","ref":"596.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/596.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/596.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/596.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":347,"text":"οὐδ’ αὐ χρυσοῦ προσγενομένου γένοιτ’ ἂν μείζων εἰς τὰ πάντα δύναμις, ἢ φίλων βεβαίων τε καὶ ἥθους ἐχόντων ὑγιές. Ἐράστου δὲ καὶ Κορίσκου πρὸς τῇ τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ φρήμ’ ἐγώ, καίπερ γέρων ὤν, προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους φυλακτικῆς καὶ τινὸς ἀμυντικῆς δυνάμεως, ἀπειροὶ γὰρ εἰσὶ διὰ τὸ μεθ’ ἡμῶν μετριῶν ὄντων αὐ οὐ κακῶν συγχὼν διατετριφέναι τοῦ βίου. διὸ δὴ τούτων προσδεῖν εἶπον, ἵνα μὴ ἀναγκάζωνται τῆς ἀληθινῆς μὲν ἀμελεῖν σοφίας, τῆς δὲ ἀνθρωπίνης τε καὶ ἀναγκαίας ἐπιμελίσθαι μειζόνως ἢ δεῖ. ταύτην δ’ αὐ τὴν δύναμιν Ἑρμείας μοι φαίνεται φύσει τε, ὅσα μήπω ἐγνγενοῦντί, καὶ τέχνη δι’ ἐμπειρίας εἰληφέναι. (323) τί οὖν δὴ λέγω; σοὶ μὲν, Ἑρμεία, πεπειραμένος Ἐράστου καὶ Κορίσκου πλέονα ἢ σύ, φημὶ καὶ μηνύω καὶ μαρτυρῶ μὴ βραδὺς εὐρήσειν σε ἀξιουσιώτερον ἤδη τούτων τῶν γειτόνων· ἔχεσθαι δὴ παντὶ ξυμβουλεύω δικαίῳ τρόπῳ τούτων τῶν ἀνδρῶν, μὴ πάρergen ἠγουμένω· Κορίσκου δὲ καὶ Ἐράστου πάλιν Ἑρμείου ἀντέχεσθαι ξυμβουλόλς εἰμὶ καὶ πειράσθαι ταῖς ἀνθέξεσιν ἀλλήλων εἰς μίαν ἀφικέσθαι φιλίας ξυμλοχὴν. ἂν δέ τις ὁμῶν δρα ταύτην πη λύειν δοκῇ (τὸ γὰρ ἀνθρώπινον οὐ παντὰπαι βέβαιον), δεῦρο παρ’ ἐμὲ καὶ τοὺς ἐμοὺς πέμπετε μομφῆς κατ’ ἄγρον ἐπιστολήν· οἶμαι γὰρ οἶχὴ τε καὶ αἰδοῖ τοῦ παρ’ ἡμῶν ἐντεύθεν ἐλθόντος λόγου, εἰ μή τι τὸ λυθὲν μέγας τύχοι γεγόμενον, ἐπωδὴς ἡστινοσοῦν μᾶλλον ἂν συμφύσαι καὶ συνδῦσαι πάλιν εἰς τὴν προὑπάρχουσαν φιλότητά τε καὶ κοινωνίαν, ἣν ὅταν μὲν φιλοσοφῶμεν ἅπαντες ἡμεῖς τε καὶ ὑμεῖς, ὅσον ἂν δυνώμεθα καὶ ἐκάστω παρείχη, κύρια τὰ νῦν κεχρησμοδημένα ἔσται· τὸ δὲ ἂν μὴ δρῶμεν ταῦτα οὐκ ἔρω, φήμην γὰρ ἀγαθὴν μαντεύομαι, καὶ φημὶ δὴ ταύθ’ ἡμᾶς πάντ’ ἀγαθὰ ποιήσειν, ἂν θεὸς ἐθέλῃ. ταύτην τὴν ἐπιστολὴν πάντας ὑμᾶς τρεῖς ὄντας ἀναγνῶναι χρή, μάλιστα μὲν ἀθροὺς, εἰ δὲ μή, κατὰ δύο κοινῇ κατὰ δύναμιν ὡς οἷόν τ’ ἐστὶ πλειστάκις, καὶ χρήσαι συνθήκῃ καὶ νόμῳ κυρίῳ, ὅ ἐστι δίκαιον, ἐπομύντας σπουδὴ τε ἄμα μὴ ἀμοῦσω καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ, καὶ τῶν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομύντας, ὧν, ἂν ὄντως φιλοσοφῶμεν, εἰσόμεθα πάντες σαφῶς εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.","prev":{"citation":"Epistulae 595.4","label":"595.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/595.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/595.4"},"next":{"citation":"Epistulae 596.2","label":"596.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/596.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/596.2"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}