{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 606.1","citation":"Aristaenetus, Epistulae 606.1","ref":"606.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/606.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/606.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/606.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":360,"text":"τε αὐτῆς Σικελίας καὶ ἐκ Πελοποννήσου ἐμπατάσης, φοβεῖσθαι δὲ μηδὲ Ἀθήνας· εἰσὶ γὰρ καὶ ἔχει πάντων ἀνθρώπων διαφέρωντες πρὸς ἀρετὴν ξενοφόνων τε ἀνδρῶν μισοῦντες τόλμας. εἰ δ’ οὖν ταῦτα μὲν ὑστερα γένοιτ’ ἄν, κατεπείγουσι δὲ ὑμᾶς αἱ τῶν στάσεων πολλαὶ καὶ παντοδαπαὶ ψύφουσαι ἑκάστης ἡμέρας διαφοραί, εἰδέναι μὲν πῶς χρή πάντα τινὰ ἄνδρα, ᾧ καὶ βραχὺ δόξης ὀρθῆς μετέδοκε θεῖα τις τύχη, ὡς οὐκ ἔστι παῦλα κακῶν τοῖς στασιάσαι, πρὶν ἂν οἱ κρατήσαντες μάχαις καὶ ἐκβολαῖς ἀνθρώπων καὶ στραγαῖς μνησικακοῦντες καὶ ἐπὶ τιμωρίας παύσωνται τρεπόμενοι τῶν ἐχθρῶν, 337 ἐγκρατεῖς δὲ ὄντες, αὐτῶν θέμενοι νόμους κοινοὺς μηδὲν μᾶλλον πρὸς ἡδονὴν αὐτοῖς ἢ τοῖς ἡττηθεῖσι κειμένους, ἀναγκάσων αὐτοὺς χρῆσθαι τοῖς νόμοις διτταῖς οὐσίαις ἀνάγκαις, αἰδοῖ καὶ φόβῳ, φόβῳ μὲν διὰ τὸ κρεῖττους αὐτῶν εἶναι δεῖκνύντες τὴν βίαν, αἰδοῖ δὲ αὐ διὰ τὸ κρεῖττους φαίνεσθαι περὶ τε τὰς ἡδονὰς καὶ τοῖς νόμοις μᾶλλον ἐθέλοντές τε καὶ δυνάμενοι δουλεύειν. ἄλλως δὲ οὐκ ἔστιν ὡς ἂν ποτε κακῶν λήξαι πόλις ἐν αὐτῇ στασιάσασα, ἀλλὰ στάσεις καὶ ἐχθρὰι καὶ μῖση καὶ ἀπιστίαι ταῖς οὕτω διασταθεῖσαις πόλεσιν αὐταῖς πρὸς αὐτὰς δεῖ γίγνεσθαι φιλεῖ. τοὺς δὴ κρατήσαντας δεῖ χρή, ὅτανπερ ἐπιθυμήσωσι σωτηρίας, αὐτοὺς ἐν αὐτοῖς ἀνδρας προκρίναι τῶν ἄλλων ὡς ἂν πυνθάνωνται ἀρίστοὺς ὄντας, πρώτων μὲν γέροντας, καὶ παῖδας καὶ γυναῖκας κεκτημένους οἴκοι καὶ προγόνους αὐτῶν ὅτι μάλιστα πολλοὺς τε καὶ ὀνομαστοὺς καὶ κτήσιν κεκτημένους πάντας ἰκανόν· ἀριθμὸν δὲ εἰεν ἂν μυριάδδρω πόλει πεντήκοντα ἰκανοὶ τοιοῦτοι. τούτους δὲ δεήσει καὶ τιμᾶς ὅτι μεγίστας οἴκοθεν μεταπέμπεσθαι, μεταπεμφαμένους δὲ ὁμοῦντας δεῖσθαι καὶ κελεύειν θεῖναι νόμους, μήτε νικῆσαι μήτε νικηθεῖσι νέμειν πλέον, τὸ δὲ ἴσον καὶ κοινὸν πᾶση τῇ πόλει. τεθέντων δὲ τῶν νόμων ἐν τούτῳ δὴ τὰ πάντα ἔστιν. ἂν μὲν γὰρ οἱ νενικηκότες ἤττους αὐτοὺς τῶν νόμων μᾶλλον τῶν νενικημένων παρέχωται, πάντ’ ἔσται σωτηρίας τε καὶ εὐδαιμονίας μεστὰ καὶ πάντων κακῶν ἀποφυγή· εἰ δὲ μή, μήτ’ ἐμὲ μήτ’ ἄλλων κοινωνὸν παρακαλεῖν ἐπὶ τὸν μὴ πειθομένον τοῖς νῦν ἐπεσταλμένοις. ταῦτα γὰρ ἐστιν ἀδελφὰ ὧν τε Δίων ὧν τ’ ἐγὼ ἐπεχειρήσαμεν Συρακούσαις εὖ φρονοῦντες συμπράξαι, δεύτερα μὲν· πρῶτα δ’ ἤν ἂ τὸ πρῶτον ἐπεχειρήθῃ μετ’ αὐτοῦ Διονυσίου πραχθῆναι πᾶσι κοινὰ ἀγαθὰ, τύχη δὲ τις ἀνθρώπων κρεῖττων διεφώρησε. τὰ δὲ νῦν ὑμεῖς πειράσεσθε εὐτυχέστερον αὐτὰ ἀγαθὴ πρᾶξαι μοίρᾳ καὶ θεῖᾳ τινὶ τύχῃ.","prev":{"citation":"Epistulae 604.2","label":"604.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/604.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/604.2"},"next":{"citation":"Epistulae 606.2","label":"606.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/606.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/606.2"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}