{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 614.2","citation":"Aristaenetus, Epistulae 614.2","ref":"614.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/614.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/614.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/614.2.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":358,"text":"Μέχρι μὲν δὴ τούτων ταύτη μοι βεβωθημένον ἐγεγόνοι φιλοσοφία καὶ φίλοις· τὸ δὲ μετὰ ταῦτα ἐξωμέν ἐγὼ καὶ Διονύσιος, (348) ἐγὼ μὲν βλέπων ἐξω, καθάπερ ὄρνις ποθῶν ποθὲν ἀναπτέεσθαι, ὁ δὲ διαμαχανώμενος τίνα τρόπον ἀνασώσῃ με μηδὲν ἀποδὼς τῶν Δίωνος· ὅμως δὲ ἐφμιχεν ἑταῖροί γε εἶναι πρὸς πᾶσαν Σικελίαν. τῶν δὲ μισθοφόρων τοὺς πρεσβυτέρους Διονύσιος ἐπεγείρασεν ὀλιγομισθοτέρους ποιεῖν παρὰ τὰ τοῦ πατρὸς ἔθη, ὁμωθέντες δὲ οἱ στρατιῶται ἐυνελέγησαν ἀθροῖ καὶ οὐκ ἔφασαν ἐπιτρέφειν· ὁ δ' ἐπεχείρει βιάζεσθαι κλείσας τὰς τῆς ἀχρωπολεύς πύλας, οἱ δ' ἐφρόνουν ἐξόδους πρὸς τὰ τεῖχη, παιδιῶν τινα ἀναβοήσαντες βάρβαρον καὶ πολειμικόν· οὐ δὴ περιδεὴς Διονύσιος γενόμενος ἅπαντα συνεχώρησε καὶ ἐτι πλεῖω τοῖς τότε συλλεχθεῖσι τῶν πελταστών. λόγος δὴ τις ταχὺ διήλθεν ὡς Ἡρακλείδης αἴτιος εἴη γεγονὼς πάντων τούτων. ὁν ἀκούσας ὁ μὲν Ἡρακλείδης ἐκποδὼν αὐτὸν ἐσχεν ἀφανής, Διονύσιος δὲ ἐζήτη λαβεῖν. ἀπορῶν δέ, Θεοδότην μεταπεμψάμενος εἰς τὸν κήπον (ἐτυχον δ' ἐν τῷ κήπῳ καὶ ἐγὼ τότε περιπατῶν) τὰ μὲν οὖν ἄλλα οὐτ' οἶδα οὐτ' ἤκουον διαλεγόμενον, ἂ δὲ ἐναντίον εἶπε Θεοδότης ἐμοῦ πρὸς Διονύσιον, οἶδα τε καὶ μέμνημαι. Πλάτων γάρ, ἔφη, Διονύσιον ἐγὼ πείθω τούτων, ἐὰν ἐγὼ γένωμαι δεῦρο Ἡρακλείδην χωρίσαι δυνατὸς ἡμῖν εἰς λόγους περὶ τῶν ἐγκλημάτων αὐτοῦ τῶν νῦν γεγονότων, ἂν ἄρα μὴ δόξῃ δεῖν αὐτὸν οἰκεῖν ἐν Σικελίᾳ, τὸν τε υἱὸν λαβόντα καὶ τὴν γυναῖκα ἀξιώ εἰς Πελοπόννησον ἀπολεῖν, οἰκεῖν τε βλέπτοντα μηδὲν Διονύσιον ἔχει, καρποῦμενον δὲ τὰ ἑαυτοῦ. μεταπεμψάμην μὲν οὖν καὶ πρότερον αὐτόν, μεταπέμψομαι δὲ καὶ νῦν, ἂν τ' οὖν ἀπὸ τῆς προτέρας μεταπομπῆς ἂν τε καὶ ἀπὸ τῆς νῦν ὑπακούσῃ μοι· Διονυσίου δὲ ἀξιώ καὶ δέομαι, ἂν τις ἐντυχάνῃ Ἡρακλείδῃ ἐὰν τ' ἐν ἀγρῷ ἐὰν τ' ἐνθάδε, μηδὲν ἄλλο αὐτῷ φλαῦρον γίγνεσθαι, μεταστήναι δ' ἐκ τῆς χώρας, ἕως ἂν ἄλλο τι Διονυσίου δόξῃ. ταῦτα, ἔφη, συγχωρεῖς; λέγων πρὸς τὸν Διονύσιον. συγχωρῶ· μηδ' ἂν πρὸς τῇ σῇ, ἔφη, φανῇ οἰκία, πείσεσθαι φλαῦρον μηδὲν παρὰ τὰ νῦν εἰρημένα. τῇ δὴ μετὰ ταύτην τὴν ἡμέραν δεῖλως Εὐρύβιος καὶ Θεοδότης προσεληθέτη μοι σπουδὴ τεθορυθμημένοι θαυμαστώς, καὶ ὁ Θεοδότης λέγει, Πλάτων, ἔφη, παρήσθα χθὲς οἷς περὶ Ἡρακλείδου Διονύσιος ὁμολόγει πρὸς ἐμὲ καὶ σέ; πῶς δὲ οὔ; ἔφην. νῦν τοίνυν, ἢ δ' ἄς, περιθέουσι πελτασταὶ λαβεῖν Ἡρακλείδην ζητῶντες, ὁ δὲ εἶναι πρὸ ταύτη κινδυνεύει.","prev":{"citation":"Epistulae 614.1","label":"614.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/614.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/614.1"},"next":{"citation":"Epistulae 617.1-39","label":"617.1 to 617.39","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/617.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/617.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}