{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 852.2","citation":"Aristaenetus, Epistulae 852.2","ref":"852.2","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/852.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/852.2","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/852.2.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":296,"text":"k' Πολυγνώτῳ. Ταῦτ' ἐστιν, ὦ Πολύγνωτε, τὰ συμβάντα ἡμῖν μετὰ τὴν ἐξ Ἄργους φυγήν, ἃ παρεκάλεις γρασθηνά σοι καὶ ἐγὼ γέγραφα. τοῦ γὰρ ἀγγέλου κατὰ σπουδὴν ἐλθόντος, ὅπερ ἐστείλατε ἡμῖν τὰ τε ἄλλα καὶ ψεύγειν ἀγγελοῦντα, ἄρας αὐτὶς ἀπ' Ἄργους (συνἦραντο δὲ μοι καὶ τῶν ξένων Νικίας καὶ Μελέαγρος) κατῆλθον ἐπὶ Κυλλήνην τὸ Ἥλείον ἐπίνειον. ἐκεῖθι δὲ ἐκινδυνεύσαμεν ὑπὸ χειμῶνος ἀναμεῖναι τοὺς διώκοντας ἡμᾶς· πλεῖν γὰρ ἐπὶ Κέρκυραν ὁρμημένοι, χάριτος ἡμῖν ἐς Κερκυραίους προὔπρηγμένοι, τρεῖς ἡμᾶς κατειχόμεθ' ἡμέρας, καὶ οὐκ ἐδόκει ὅτι ψεύγομεν ἐτι Λακεδαιμονίους ἀδηλον εἶναι. τετάρτῃ δὲ ἡμέρᾳ πλοῦς σφόδρα ἀγαθὸς ἡμῖν γίνεται, κἄγω τοὺς μὲν ξένους ἀπέλυσα ἐπαινέσας (ἐτι γὰρ ἡμῖν καὶ πορρωτέρω ἤξίου συμφεύγειν), νῆα δέ, ἣν παρέσχοντό μοι, ἀφεὶς ἐπὶ Κέρκυραν εὐπετῶς διεκομισθην. Κερκυραῖοι δὲ οὐκ εὐχάριστοι μᾶλλον ἢ ἀκίνδυνοι ἐδούλοντο εἶναι καὶ ἀμοιβὴν ὧν εὐεργετοῦντο ἀπαιτοῦμενοι εὐεργεσίαν ἠτοῦντο μὴ ἐπὶ Κερκύρατὴν φυγὴν καταλεῖν, ὥστε ἡμῖν σὶ τὶ δρᾶσωμεν ἢπόρει ἢ γνώμη. ἤδη δὲ καὶ τὴν ναῦν τοῖς ξένοις ἀπεπεπόμφειν τοῖς Ἀργείοις, οἰκέται τέ μοι ἐλάσσωνες ὧν ἀπέλυσα ἐλείποντο. ἐπεὶ δὲ Κερκυραῖοι καὶ τραχύτερα ἤδη ἐφθέγγοντο καὶ προδῶσειν ἐφίεσαν πολὺ μᾶλλον ἢ μαχεῖσθαι ὑπὲρ ἡμῶν, ἐγνῶν ἐπὶ Σικελίαν τε καὶ πρὸς Γέλωνα πλεῖν. Γέλων γὰρ δὴ τότε Συρακοσίων ἐμονάρχει καὶ ἥρπτο οὐ παρέργως ἡμῶν καὶ οὐκ ἐμελλεν Ἀθηναίοις πεισθήσεσθαι. νῆα δὴ σκέπτομαι ἀνδρῶν Λευκαδίων, οὗ τῇ ἐπιούσῃ ἡμέρᾳ ἐμελλον εἰς τὸ Αὐσόνιον ἐμβαλεῖν. καὶ με ἀπέστρεψεν κομισθεῖσα ἀγγελία· ἐτεθνήκει γὰρ ἤδη Γέλων καὶ πολλὴ περιεστῆκει ταραχὴ Ἱέρωνα τὸν ἀδελφὸν αὐτοῦ ἄρτι εἰς τὴν μοναρχίαν καθιστάμενον. καὶ ἐγώ, ὅσπερ εἴργω, τῇ αὐτῇ νηὶ ἐπὶ τε Ἥπειρον πλέω, καὶ ἀποβὰς εἰς Μολοσσούς ἔρχομαι καὶ ἐπὶ τῇ ἐστία τῇ Ἀδμήτου ἐκαθεζόμην. Ἀδμῆτω δὲ τότε ὑπῆρχε τὸ Μολοσσῶν ἔθνος, καὶ ἐδόκει μάλιστα αὐτῷ δι' εὐσέβειαν ἢ βασιλεία ἠξίωθαι, καὶ οὐκ ἐφαίνετο περιόψεσθαι ἡμᾶς ἰκέτας γενομένους. τῶν δ' Ἀθηναίων καὶ Λακεδαιμονίων οἱ περιφάντες ὅπως βίᾳ πάντοθεν","prev":{"citation":"Epistulae 852.1","label":"852.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/852.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/852.1"},"next":{"citation":"Epistulae 855.1","label":"855.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/855.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/855.1"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}