{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Epistulae 882.1","citation":"Aristaenetus, Epistulae 882.1","ref":"882.1","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/882.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/882.1","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/882.1.md","author":{"name":"Aristaenetus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus"},"work":{"title":"Epistulae","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae","urn":"urn:cts:greekLit:tlg4000.tlg001"},"verse":false,"words":279,"text":"ΞΕΝΟΦΩΝΤΟΣ ΕΠΙΣΤΟΛΑΙ. α' Ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς Αἰσχίνην. Συντυχὼν μοι Ἑρμογένης τὰ τε ἄλλα διεξῆγε καὶ περὶ σοῦ δὲ πυθομένου ἅτινα ἔχοις φιλοσοφίας ἐπιμέλειαν ἀπεκρίνατο τὴν αὐτὴν Σωκράτει. ἐγὼ δὲ καὶ ἡνίκα Ἀθήνησι διέτριβον, τῆς γνώμης σε ἠγάσθην. ὥσπερ οὖν ἠξιάμην σε θαυμάζων, οὕτω καὶ νῦν παρ' ὀντινῶν τῶν σοφίαν ἀσπασαμένων τεθαύμακα τὸ ἀμετάχλαστόν σου τῆς γνώμης ( μέγιστον γάρ, ὡς ἐγώμαι, τεκμήριον ἀρετῆς ), ἀλόντος ὑπὸ τῶνδὸς ἐκείνου, εἴπερ θνητὸν καλεῖν τὸν Σωκράτους οἷόν τε βίον. δτι γὰρ τὰ θεία ὑπὲρ ἡμᾶς, παντὶ δῆλον· ἀπόχρη δὲ τῷ χρείττονι τῆς διανοίας αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν, οὔτε εὑρεῖν ῥάδιον οὔτε ζητεῖν θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλους δεῖ εἰδέναι, οἷς οὐδὲν πλὴν ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσω χρῆ ἀγαθαι τῶνθρώπινα διαπονουμένων, τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις· ἄγθος φέρει. πότε γάρ, ὦ Αἴσχινᾶ, Σωκράτους ἀκήκοες τις οὐρανίων περὶ λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινούντος μανθάνειν; μουσικῆς μὲν γὰρ ἔωμεν αὐτὸν μέχρις ὧτων ξυνιέντα· διετελεῖ δὲ ἕκαστοτε λέγων τί καλὸν καὶ τί ἀνδρεία τε καὶ δικαιοσύνη καὶ αἱ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ' ἄλλα ἢ ἀδύνατα ἀνθρώποις ἀλῶναι ἐφασκεν ἢ μύθων εἶναι συγγενή, μετὰ ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐκ ἤδει δὲ πράττειν. γράφειν δὲ τὰ πραχθέντα εἰδότε σοι, καίπερ οὐκ ἄνδρες ἐσόμενον, χρόνον ἔχει, ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι ἢ πρὸς τὸ εἰκὸς ἵτωσαν ὅτι Σωκράτης οὐκ ἤρεσκεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὕρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας, ὧν τὸ μὲν περιττὸν καὶ τὸ μὴ μόνιμον ἐπὶ Σωκράτει ἠλέξεν ἔρως τυραννίδος καὶ ἀντὶ λιτῆς διαίτης Σικελιώτις γαστρὸς ἀμέτρου τράπεζα.","prev":{"citation":"Epistulae 881.1","label":"881.1","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/881.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/881.1"},"next":{"citation":"Epistulae 882.4","label":"882.4","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristaenetus/epistulae/882.4","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristaenetus/epistulae/882.4"},"credit":{"text":"Aristaenetus, Epistulae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000367","quality":"ocr"}}