{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"aristobulus_fhg3 619.31-620.1","citation":"Aristobulus, aristobulus_fhg3 619.31-620.1","ref":"619.31","level":null,"urn":null,"url":"https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/619.31","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/619.31","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/619.31.md","author":{"name":"Aristobulus","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristobulus"},"work":{"title":"aristobulus_fhg3","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3","urn":"urn:cts:greekLit:tlg2557.tlg001"},"verse":false,"words":279,"text":"ἀμυθήτου. » Ταῦτα δὲ εἰπὼν ἔλεξεν αὐθίς ἐν ἐπεσι τάδε· Ἡνίκα Νισαῖοι χρυσάμπυκες ἀργέται ἵπποι βῆσιν ἐπὶ γήϊνα διὰν, ἐγὼ προλιπόντες ἐφάδην, οὐς ποτ᾿ ἐν ἀστεί τεῦξε Συρκοσίων πολυδύων Δαίδαλος Ἡτίων, σίλιαν πολυύρτατον αὐξῶν, δαῖτ᾿ ἐπὶ χαλκεῖη, δεσμοὺς δ᾿ ἐπὶ δεσμῶν ἱλλεν, χρύσεον ἐν δ᾿ αὐτὸν πᾶσιν Ὑπερίονος υἱὸν ἡρμοσεν ἀκτίνεσσι καὶ ὀμμασι μαρμαίροντα· καὶ τότε σοί, Ῥώμη, χαλέπ᾿ ἄλγεα πάντα τελέεται. Ἡξί γὰρ στρατὸς εὐρύς, ὃς σὺ (l. ὁ σου) χρόνῳ πᾶσαν, γῆρωσι δ᾿ ἀγορὰς, ἀστὴ δὲ τε πυρπόλα ἥσει, αἵματι δὲ πλησεὶ ποταμούς, πλησεὶ δὲ καὶ ἄδην, δουλοσύνην τ᾿ οἴκηνην, στυγερήν, ἀτέκμαρτον ἐρέσει. Οὐδὲ γυνὴ πόσιν δν γ᾿ ὑποδέξεται ἐκ πολέμου νοστήσαντα᾿, ἀδὴς δὲ καταχθόνιος, μελανεύμων, ἔξει ἐνὶ φθιμένοισιν ὁμοῦ τέκνα μητρός ἀποῦρας, Ἄρης δ᾿ ἀλλοδαποῖς περιθήσει δοῦλον ἤμαρ. Ἀποφθεγξάμενος δὲ ταῦτα ἐσώπησεν καὶ πορευθεὶς ἐξω τοῦ στρατοπέδου ἀνέβη ἐπὶ τινα δρύν. Ἐπακολουθήσαντος δὲ τοῦ ἄγλου προσεκαλέσατο αὐτοὺς καὶ εἶπε τάδε· « Ἐμοὶ μέν, ὦ ἄνδρες Ῥωμαῖοι καὶ οἱ λοιποὶ στρατιῶται, καθ᾿ ἣν καὶ τελευτᾶσθαι ὑπὸ λύκου πυρροῦ εὐμεγέθους καταδρωθήναι ἐν τῇ σήμερον ἡμέρᾳ, ὑμεῖς δὲ τὰ ῥηθέντα ὑπ᾿ ἐμοῦ γινώσκετε συμβησόμενα ὑμῖν πάντα, τεκμηρίοις χρώμενοι τῇ νῦν ἐσομένῃ ἐπιφανείᾳ τοῦ θηρίου τε καὶ τῇ ἐμῇ ἀναίρεσι, ὅτι ἀληθῆ εἴρηκα ἐκ τινος θείας ὑποδείξεως. » Τοσαῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐτοὺς ἀποστῆναι καὶ μηδένα χωλῦσαι τὸ θηρίον προσελθεῖν, φάσκων, ἐὰν ἀποστρέψωσι, οὐ συνοῖσεν αὐτοῖς. Ποιήσαντος δὲ τοῦ πλήθους τὸ προσταχθὲν οὐκ εἰς μακρὰν παραγίνεται ὁ λύκος. Ἰδὼν δὲ αὐτὸν ὁ Πόπλιος κατέβη ἀπὸ τῆς ὄρους καὶ ἔπεσεν ὕπτιος, ὁ δὲ λύκος ἀναχρίσας αὐτὸν κατεδαίνυτο πάντων ὁρώντων. Ἀναλώσας δὲ τὸ σῶμα αὐτοῦ πλὴν τῆς κεφαλῆς ἐτράπετο εἰς τὸ ὄρος. Προσελθόντος δὲ τοῦ ὄχλου καὶ βουλομένου ἀνελέσθαι τὰ ἀπολελειμμένα, κτερίζει τε αὐτὸν νομῖμος, ἡ κεφαλὴ κειμένη ἐπὶ τῆς γῆς ἀνείπε τοὺς στίχους τούτους·","prev":{"citation":"aristobulus_fhg3 618.7-619.28","label":"618.7 to 619.28","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/618.7","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/618.7"},"next":{"citation":"aristobulus_fhg3 620.2","label":"620.2","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristobulus/aristobulus-fhg3/620.2","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristobulus/aristobulus-fhg3/620.2"},"credit":{"text":"ARISTOBULUS, aristobulus_fhg3. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.","license":"Public domain","licenseUrl":"https://creativecommons.org/publicdomain/mark/1.0/","source":"https://opengreek.org/read/ogc000382","quality":"ocr"}}