{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Women at the Thesmophoria 14","citation":"Aristophanes, Women at the Thesmophoria 14","ref":"14","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg008:14","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-10/14","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-10/14","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-10/14.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Women at the Thesmophoria","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-10","urn":"urn:cts:greekLit:tlg0019.tlg008"},"verse":true,"words":443,"text":"γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον\nσπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,\nἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ\nκακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.\nχρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;\nὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.\nἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε\nκακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,\nἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν\nἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.\nτὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·\nτὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.\nἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι\nκαθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.\nπρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.\nσὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.\nτί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι\nἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.\nὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.\nὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.\nὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.\nφέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·\nκαθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου\nτὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.\nναῖκι ναὶ\nκάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.\nοἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.\nαὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;\nκαλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.\nἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·\nεἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.\nκαλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν\nἤδη βαδίζειν.\nοὐκὶ πιλῆσι πρῶτά με;\nπάνυ γε· φίλησον αὐτόν.\nὂ ὂ ὂ παπαπαπαῖ,\nὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.\nτί οὐ κατεύδει παρʼ ἐμέ;\nχαῖρε τοξότα,\nοὐ γὰρ γένοιτʼ ἂν τοῦτο.\nναὶ ναὶ γρᾴδιο.\nἐμοὶ κάρισο σὺ τοῦτο.\nδώσεις οὖν δραχμήν;\nναὶ ναῖκι δῶσι.\nτἀργύριον τοίνυν φέρε.\nἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.\nἔπειτα † κομίζεις αὐτοῖς.†\nἀκολούτι τέκνον.\nσὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.\nὄνομα δέ σοι τί ἔστιν;\nἈρτεμισία.\nμεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.\nἙρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.\nσὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·\nἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς\nὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς\nὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.\nἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.\nλέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην\nἥκοντα καταλαβεῖν.\nἐγὼ δὴ τοῦτο δρῶ.\nὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον,\nκοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;\nοἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;\nὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.\nἈρταμουξία.\nδιέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·\nὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.\nοἴμοι,\nτί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.\nτὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;\nναὶ ναῖκι. εἶδες αὐτό;\nταύτῃ γʼ οἴχεται\nαὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.\nκροκῶτʼ ἔκοντο τὴ γέροντο;\nφήμʼ ἐγώ.\nἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.\nὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;\nἈρταμουξία.\nὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν\nτῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.\nκακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.","prev":{"citation":"Women at the Thesmophoria 13","label":"Choral 13","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-10/13","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-10/13"},"next":{"citation":"Women at the Thesmophoria 15.1","label":"Exodus 15","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-10/15.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-10/15.1"},"credit":{"text":"Aristophanes, Θεσμοφοριάζουσαι, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg008.local001/","quality":"proofread"}}