{"kind":"section","lang":"grc","language":"Ancient Greek","title":"Assemblywomen 9","citation":"Aristophanes, Assemblywomen 9","ref":"9","level":null,"urn":"urn:cts:greekLit:tlg0019.tlg010:9","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3/9","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-3/9","markdown":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3/9.md","author":{"name":"Aristophanes","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes"},"work":{"title":"Assemblywomen","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3","urn":"urn:cts:greekLit:tlg0019.tlg010"},"verse":true,"words":273,"text":"ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,\nαὐτή τέ μοι δέσποινα μακαριωτάτη,\nὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις\nοἱ γείτονές τε πάντες οἵ τε δημόται,\nἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,\nἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,\nἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ\nτούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.\nἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον·\nτὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·\nὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.\nκέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην\nἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.\nἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην,\nτὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.\nαὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.\nμάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.\nὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.\nἐγώ;\nσὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ.\nτίς γὰρ γένοιτʼ ἂν μᾶλλον ὀλβιώτερος,\nὅστις πολιτῶν πλεῖον ἢ τρισμυρίων\nὄντων τὸ πλῆθος οὐ δεδείπνηκας μόνος;\nεὐδαιμονικόν γʼ ἄνθρωπον εἴρηκας σαφῶς.\nποῖ ποῖ βαδίζεις;\nἐπὶ τὸ δεῖπνον ἔρχομαι.\nνὴ τὴν Ἀφροδίτην πολύ γʼ ἁπάντων ὕστατος.\nὅμως δʼ ἐκέλευε συλλαβοῦσάν μʼ ἡ γυνὴ\nἄγειν σε καὶ τασδὶ μετὰ σοῦ τὰς μείρακας.\nοἶνος δὲ Χῖός ἐστι περιλελειμμένος\nκαὶ τἄλλʼ ἀγαθά. πρὸς ταῦτα μὴ βραδύνετε,\nκαὶ τῶν θεατῶν εἴ τις εὔνους τυγχάνει,\nκαὶ τῶν κριτῶν εἰ μή τις ἑτέρωσε βλέπει,\nἴτω μεθʼ ἡμῶν· πάντα γὰρ παρέξομεν.\nοὔκουν ἅπασι δῆτα γενναίως ἐρεῖς\nκαὶ μὴ παραλείψεις μηδένʼ, ἀλλʼ ἐλευθέρως\nκαλεῖς γέροντα μειράκιον παιδίσκον; ὡς\nτὸ δεῖπνον αὐτοῖς ἐστʼ ἐπεσκευασμένον\nἁπαξάπασιν, ἢν ἀπίωσιν οἴκαδε.\nἐγὼ δὲ πρὸς τὸ δεῖπνον ἤδη ʼπείξομαι·\nἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς.\nτί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις\nτασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ\nἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.\nσμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.","prev":{"citation":"Assemblywomen 8.2.1096-1111","label":"Lyric-Scene 8, lines 8.2.1096-8.2.1111","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3/8.2.1096","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-3/8.2.1096"},"next":{"citation":"Assemblywomen 10.1","label":"Parabasis 10","url":"https://interlinea.aeterna-institute.org/library/greek/aristophanes/text-3/10.1","api":"https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristophanes/text-3/10.1"},"credit":{"text":"Aristophanes, Ἐκκλησιάζουσαι, ed. F. W. Hall, W. M. Geldart. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.","license":"CC BY-SA 4.0","licenseUrl":"https://creativecommons.org/licenses/by-sa/4.0/","source":"https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0019.tlg010.local001/","quality":"proofread"}}